§13.9.1ἐπεὶ δὲ τὰ ὅρκια ἐπετέλεσαν καὶ τὸ χρυσίον οἱ Ῥωμαῖοι κατήνεγκαν, σταθμὸς μὲν ἦν, ὃν ἔδει τοὺς Κελτοὺς λαβεῖν, ε καὶ κ τάλαντα· τεθέντος δὲ τοῦ ζυγοῦ πρῶτον μὲν αὐτὸ τὸ τάλαντον ὁ Κελτὸς βαρύτερον τοῦ δικαίου παρῆν φέρων, ἔπειτα ἀγανακτούντων πρὸς τοῦτο τῶν Ῥωμαίων τοσούτου ἐδέησε μετριάσαι περὶ τὸ δίκαιον, ὥστε καὶ τὴν μάχαιραν ἅμα τῇ θήκῃ καὶ τῷ ζωστῆρι περιελόμενος ἐπέθηκε τοῖς σταθμοῖς.
And when they had performed the oaths and the Romans had brought down the gold, the weight which the Celts were to receive was twenty-five talents; but when the balance was set up, first of all the Celt came bringing the weight itself heavier than was just, and then, when the Romans were indignant at this, he was so far from being moderate in respect of justice that, taking off even his sword together with its scabbard and belt, he cast them onto the weights.
§13.9.2τῷ δὲ ταμίᾳ πυνθανομένῳ, τί θέλει τοῦτʼ εἶναι τὸ ἔργον, ἀπεκρίνατο τούτοις τοῖς ὀνόμασιν· ὀδύνη τοῖς κεκρατημένοις. ἐπεὶ δὲ ὁ συγκείμενος σταθμὸς οὐκ ἐξεπληροῦτο διὰ τὴν τοῦ Κελτοῦ πλεονεξίαν, ἀλλὰ καὶ τὸ τρίτον ἐνέδει μέρος, ἀπῄεσαν οἱ Ῥωμαῖοι χρόνον εἰς συμπορισμὸν τοῦ λείποντος αἰτησάμενοι· ὑπέμειναν δὲ ταύτην τὴν ὑπερηφανίαν τῶν βαρβάρων οὐθὲν ἐγνωκότες τῶν ἐπὶ τοῦ στρατοπέδου πραττομένων παρὰ Καιδικίου καὶ Καμίλλου, ὡς ἔφαμεν.
And when the quaestor asked what this action meant, he answered with these words: "Woe to the conquered." But when the agreed weight was not being made up because of the greed of the Celt, but even a third part was still wanting, the Romans departed after asking for time to procure what was lacking; and they submitted to this insolence of the barbarians, knowing nothing of what was being done in the camp by Caedicius and Camillus, as we have said.