§12.10.1Οὐιεντανοὺς πολιορκούντων Ῥωμαίων περὶ τὴν ἐπιτολὴν τοῦ κυνός, ὅτε μάλιστα λίμναι τε ἐπιλείπουσι καὶ ποταμοὶ πάντες, ὅ τι μὴ μόνος ὁ Αἰγύπτιος Νεῖλος, λίμνη τις ἀπέχουσα τῆς Ῥώμης οὐ μεῖον ρκʼ σταδίων ἐν τοῖς Ἀλβανοῖς καλουμένοις ὄρεσι, παρʼ ᾗ τὸ ἀρχαῖον ἡ τῶν Ῥωμαίων μητρόπολις ᾠκεῖτο, οὔτε ὑετῶν γενομένων οὔτε νιφετῶν οὔτʼ ἄλλης τινὸς αἰτίας ἀνθρώποις φανερᾶς, τοσαύτην ἔλαβεν ἐκ τῶν ἐν αὐτῇ ναμάτων ἐπίδοσιν, ὥστε πολλὴν μὲν ἐπικλύσαι τῆς παρορείου, πολλὰς δὲ οἰκήσεις γεωργικὰς καταβαλεῖν, τελευτῶσαν δὲ καὶ τὸν μεταξὺ τῶν ὀρῶν αὐλῶνα διασπάσαι καὶ ποταμὸν ἐκχέαι κατὰ τῶν ὑποκειμένων πεδίων ἐξαίσιον.
While the Romans were besieging the Veientes about the rising of the Dog Star, a time when especially all lakes and rivers fail, except only the Egyptian Nile, a certain lake, distant from Rome not less than one hundred and twenty stades, in the mountains called Alban, near which of old the mother city of the Romans had been situated, although there had been neither rains nor snows, nor any other cause apparent to men, received so great an increase from the springs within it that it flooded much of the mountain-side, threw down many country dwellings, and finally even tore through the valley between the mountains and poured out an extraordinary river over the plains lying below.
§12.10.2τοῦτο μαθόντες οἱ Ῥωμαῖοι κατʼ ἀρχὰς μέν, ὡς δαιμονίου τινὸς μηνίοντος τῇ πόλει, θυσίαις ἐξιλάσασθαι τοὺς κατέχοντας τὸν τόπον θεοὺς καὶ δαίμονας ἐψηφίσαντο καὶ τοὺς ἐπιχωρίους μάντεις ἀνέκρινον, εἴ τι λέγειν ἔχουσιν·
When the Romans learned of this, at first, believing that some divinity was angry with the city, they voted to propitiate with sacrifices the gods and spirits who held the place, and questioned the local diviners to see if they had anything to say.
ἐπεὶ δʼ οὔτε ἡ λίμην τὴν ἑαυτῆς τάξιν ἀπελάμβανεν, οὔτε οἱ μάντεις ἀκριβὲς οὐδὲν ἔλεγον, ἀλλὰ τῷ θεῷ χρῆσθαι παρῄνουν, ἐπὶ τὸ Δελφικὸν μαντεῖον ἀπέστειλαν θεοπρόπους.
But since the lake did not return to its proper level, and the diviners said nothing certain but advised them to consult the god, they dispatched envoys to the Delphic oracle.