§1.72.1ἀμφισβητήσεως δὲ πολλῆς οὔσης καὶ περὶ τοῦ χρόνου τῆς κτίσεως καὶ περὶ τῶν οἰκιστῶν τῆς πόλεως οὐδὲ αὐτὸς ᾤμην δεῖν ὥσπερ ὁμολογούμενα πρὸς ἁπάντων ἐξ ἐπιδρομῆς ἐπελθεῖν.
As there is much dispute both concerning the time of the founding and concerning the founders of the city, I myself did not think that I ought to pass over these matters cursorily as if they were agreed upon by everyone.
Κεφάλων μὲν γὰρ ὁ Γεργίθιος συγγραφεὺς παλαιὸς πάνυ δευτέρᾳ γενεᾷ μετὰ τὸν Ἰλιακὸν πόλεμον ἐκτίσθαι λέγει τὴν πόλιν ὑπὸ τῶν ἐξ Ἰλίου διασωθέντων σὺν Αἰνείᾳ, οἰκιστὴν δὲ αὐτῆς ἀποφαίνει τὸν ἡγησάμενον τῆς ἀποικίας Ῥῶμον, τοῦτον δʼ εἶναι τῶν Αἰνείου παίδων ἕνα· τέτταρας δέ φησιν Αἰνείᾳ γενέσθαι παῖδας, Ἀσκάνιον, Εὐρυλέοντα, Ῥωμύλον, Ῥῶμον.
For Cephalon of Gergis, a very ancient writer, says that the city was founded in the second generation after the Trojan War by those who escaped from Ilium with Aeneas, and declares that its founder was Rhomos, who led the colony, and that he was one of the children of Aeneas; and he says that four children were born to Aeneas: Ascanius, Euryleon, Romulus, and Rhomos.
εἴρηται δὲ καὶ Δημαγόρᾳ καὶ Ἀγαθύλλῳ καὶ ἄλλοις συχνοῖς ὅ τε χρόνος καὶ ὁ τῆς ἀποικίας ἡγεμὼν ὁ αὐτός.
And the same time and the same leader of the colony are also mentioned by Demagoras, Agathyllus, and many others.
§1.72.2ὁ δὲ τὰς ἱερείας τὰς ἐν Ἄργει καὶ τὰ καθʼ ἑκάστην πραχθέντα συναγαγὼν Αἰνείαν φησὶν ἐκ Μολοττῶν εἰς Ἰταλίαν ἐλθόντα μετʼ Ὀδυσσέα οἰκιστὴν γενέσθαι τῆς πόλεως, ὀνομάσαι δʼ αὐτὴν ἀπὸ μιᾶς τῶν Ἰλιάδων Ῥώμης.
But the author who compiled the priestesses at Argos and the events that took place under each of them says that Aeneas came to Italy from the Molossians with Odysseus and became the founder of the city, and named it after Rhome, one of the Trojan women.
ταύτην δὲ λέγει ταῖς ἄλλαις Τρωάσι παρακελευσαμένην κοινῇ μετʼ αὐτῶν ἐμπρῆσαι τὰ σκάφη βαρυνομένην τῇ πλάνῃ.
And he says that she, being weary of the wandering, encouraged the other Trojan women and burned the ships in common with them.
ὁμολογεῖ δʼ αὐτῷ καὶ Δαμαστὴς ὁ Σιγεὺς καὶ ἄλλοι τινές.
Damastes of Sigeum and some others agree with him.
§1.72.3Ἀριστοτέλης δὲ ὁ φιλόσοφος Ἀχαιῶν τινας ἱστορεῖ τῶν ἀπὸ Τροίας ἀνακομισαμένων περιπλέοντας Μαλέαν, ἔπειτα χειμῶνι βιαίῳ καταληφθέντας τέως μὲν ὑπὸ τῶν πνευμάτων φερομένους πολλαχῇ τοῦ πελάγους πλανᾶσθαι, τελευτῶντας δʼ ἐλθεῖν εἰς τὸν τόπον τοῦτον τῆς Ὀπικῆς, ὃς καλεῖται Λατίνιον ἐπὶ τῷ Τυρρηνικῷ πελάγει κείμενος.
Aristotle the philosopher relates that some of the Achaeans returning from Troy, while sailing round Cape Malea, were then overtaken by a violent storm and for a time were carried by the winds and wandered in many parts of the sea, but at last came to this place of Opica, which is called Latinium, lying on the Tyrrhenian Sea.
§1.72.4ἀσμένους δὲ τὴν γῆν ἰδόντας ἀνελκῦσαί τε τὰς ναῦς αὐτόθι καὶ διατρῖψαι τὴν χειμερινὴν ὥραν παρασκευαζομένους ἔαρος ἀρχομένου πλεῖν.
And having seen the land with joy, they drew up their ships there and spent the winter season, preparing to sail at the beginning of spring.
ἐμπρησθεισῶν δὲ αὐτοῖς ὑπὸ νύκτα τῶν νεῶν οὐκ ἔχοντας ὅπως ποιήσονται τὴν ἄπαρσιν, ἀβουλήτῳ ἀνάγκῃ τοὺς βίους ἐν ᾧ κατήχθησαν χωρίῳ ἱδρύσασθαι.
But when their ships were burned during the night, as they had no way to make their departure, they settled their lives by an unwilling necessity in the place where they had landed.
συμβῆναι δὲ αὐτοῖς τοῦτο διὰ γυναῖκας αἰχμαλώτους, ὰς ἔτυχον ἄγοντες ἐξ Ἰλίου. ταύτας δὲ κατακαῦσαι τὰ πλοῖα φοβουμένας τὴν οἴκαδε τῶν Ἀχαιῶν ἄπαρσιν, ὡς εἰς δουλείαν ἀφιξομένας.
And this happened to them because of the captive women whom they happened to be bringing from Ilium; for these burned the vessels because they feared the departure of the Achaeans homeward, as they would arrive into slavery.
§1.72.5Καλλίας δὲ ὁ τὰς Ἀγαθοκλέους πράξεις ἀναγράψας Ῥώμην τινὰ Τρωάδα τῶν ἀφικνουμένων ἅμα τοῖς ἄλλοις Τρωσὶν εἰς Ἰταλίαν γήμασθαι Λατίνῳ τῷ βασιλεῖ τῶν Ἀβοριγίνων καὶ γεννῆσαι τρεῖς παῖδας, Ῥῶμον καὶ Ῥωμύλον καὶ Τηλέγονον. . . οἰκίσαντας δὲ πόλιν, ἀπὸ τῆς μητρὸς αὐτῇ θέσθαι τοὔνομα.
And Callias, who wrote the history of the deeds of Agathocles, says that a certain Trojan woman named Rhome, of those who arrived in Italy together with the other Trojans, married Latinus, the king of the Aborigines, and gave birth to three sons, Rhomos, Romulus, and Telegonus... and that having founded a city, they gave it its name after their mother.
Ξεναγόρας δὲ ὁ συγγραφεὺς Ὀδυσσέως καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν· οἰκίσαντας δὲ τρεῖς πόλεις ἀφʼ ἑαυτῶν θέσθαι τοῖς κτίσμασι τὰς ὀνομασίας.
And Xenagoras the historian says that three sons were born to Odysseus and Circe, Rhomos, Anteias, and Ardeias; and that having founded three cities, they gave their own names to the foundations.
§1.72.6Διονύσιος δὲ ὁ Χαλκιδεὺς οἰκιστὴν μὲν ἀποφαίνει τῆς πόλεως Ῥῶμον· τοῦτον δὲ λέγει κατὰ μέν τινας Ἀσκανίου, κατὰ δέ τινας Ἠμαθίωνος εἶναι παῖδα.
And Dionysius of Chalcis declares that the founder of the city was Rhomos; and says that according to some he was the son of Ascanius, but according to others, of Emathion.
εἰσὶ δέ τινες οἳ τὴν Ῥώμην ἐκτίσθαι λέγουσιν ὑπὸ Ῥώμου τοῦ Ἰταλοῦ, μητρὸς δὲ Λευκαρίας τῆς Λατίνου θυγατρός.
And there are some who say that Rome was founded by Rhomos, the son of Italus, his mother being Leucaria, the daughter of Latinus.