§20.107.1βοηθεῖν ἁδραῖς δυνάμεσι·
...to assist with powerful forces.
τοῖς δὲ περὶ Κάσανδρον ἔδοξε μὴ περιμένειν τὴν τῶν πολεμίων ἔφοδον, ἀλλὰ καὶ αὐτοὺς φθάσαντας ἐπιστρατεύειν καὶ προλαμβάνειν τὸ χρήσιμον.
On the other hand, Cassander and his circle decided not to await the onset of the enemy, but themselves to anticipate them by taking the field and to seize the advantage beforehand.
διόπερ ὁ Κάσανδρος Λυσιμάχῳ μὲν παρέδωκε μέρος τοῦ στρατοπέδου καὶ στρατηγὸν συνεξέπεμψεν, αὐτὸς δὲ ἀνέζευξε μετὰ τῆς λοιπῆς δυνάμεως εἰς Θετταλίαν, διαπολεμήσων Δημητρίῳ καὶ τοῖς Ἕλλησι.
Therefore Cassander turned over a part of the army to Lysimachus and sent a general along with him, while he himself with the rest of the forces marched to Thessaly to wage war against Demetrius and the Greeks.
§20.107.2Λυσίμαχος δὲ μετὰ στρατοπέδου διαβὰς ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν Λαμψακηνοὺς μὲν καὶ Παριανοὺς ἑκουσίως προσθεμένους ἀφῆκεν ἐλευθέρους, Σίγειον δὲ ἐκπολιορκήσας φρουρὰν παρεισήγαγε.
Lysimachus, having crossed with his army from Europe into Asia, left the people of Lampsacus and Parium free when they voluntarily joined him, but took Sigeum by storm and introduced a garrison.
μετὰ δὲ ταῦτα Πρεπελάῳ μὲν τῷ στρατηγῷ δοὺς πεζοὺς ἑξακισχιλίους, ἱππεῖς δὲ χιλίους ἐξέπεμψε προσαξόμενον τὰς πόλεις τάς τε κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, αὐτὸς δὲ τὸ μὲν πρῶτον ἐπεχείρησε πολιορκεῖν τὴν Ἄβυδον καὶ βέλη καὶ μηχανὰς καὶ τἄλλα παρεσκευάζετο·
After this, giving to the general Prepelaus six thousand infantry and a thousand cavalry, he sent him to win over the cities along Aeolis and Ionia, while he himself at first attempted to besiege Abydus, preparing missiles, engines, and other necessary equipment.
§20.107.3ἐπεὶ δὲ κατὰ θάλατταν ἦλθε τοῖς πολιορκουμένοις στρατιωτῶν πλῆθος παρὰ Δημητρίου τὸ δυνάμενον τὴν ἀσφάλειαν παρέχεσθαι τῇ πόλει, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὴν δʼ ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν προσαγαγόμενος καὶ Σύνναδα πόλιν ἔχουσαν ἀποσκευὰς μεγάλας βασιλικὰς ἐπολιόρκησεν.
But when there arrived by sea for the besieged a multitude of soldiers sent by Demetrius, sufficient to ensure the safety of the city, he abandoned this attempt, and having brought over Hellespontine Phrygia, he besieged the city of Synnada, which contained great royal treasures.
§20.107.4ὅτε δὴ καὶ Δόκιμον τὸν Ἀντιγόνου στρατηγὸν πείσας κοινοπραγεῖν τά τε Σύνναδα παρέλαβε διὰ τούτου καὶ τῶν ὀχυρωμάτων ἔνια τῶν ἐχόντων τὰ βασιλικὰ χρήματα.
It was then indeed that, having persuaded Docimus, the general of Antigonus, to cooperate, he received through him both Synnada and some of the strongholds containing the royal funds.
ὁ δʼ ἐπὶ τῆς Αἰολίδος καὶ τῆς Ἰωνίας πεμφθεὶς ὑπὸ Λυσιμάχου στρατηγὸς Πρεπέλαος Ἀδραμυττίου μὲν ἐκυρίευσεν ἐν παρόδῳ, τὴν δʼ Ἔφεσον πολιορκήσας καὶ καταπληξάμενος τοὺς ἔνδον παρέλαβε τὴν πόλιν.
Meanwhile, Prepelaus, the general sent by Lysimachus to Aeolis and Ionia, secured possession of Adramyttium in passing, and having besieged Ephesus and struck terror into those within, he took over the city.
καὶ τοὺς μὲν ἐγκαταληφθέντας τῶν Ῥοδίων ἑκατὸν ὁμήρους ἀπέστειλεν εἰς τὴν πατρίδα, τοὺς δʼ Ἐφεσίους ὑποσπόνδους ἀφῆκε, τὰς δὲ ναῦς τὰς ἐν τῷ λιμένι πάσας ἐνέπρησε διὰ τὸ θαλασσοκρατεῖν τοὺς πολεμίους καὶ τὴν ὅλην κρίσιν τοῦ πολέμου ἄδηλον ὑπάρχειν.
He sent back to their native country the one hundred hostages of the Rhodians who had been left behind there, and dismissed the Ephesians under a treaty, but he burned all the ships in the harbor because the enemy ruled the sea and the general outcome of the war was uncertain.
§20.107.5μετὰ δὲ ταῦτα Τηίους μὲν καὶ Κολοφωνίους προσηγάγετο, Ἐρυθραίοις δὲ καὶ Κλαζομενίοις ἐλθούσης κατὰ θάλατταν βοηθείας τὰς μὲν πόλεις ἑλεῖν οὐκ ἠδυνήθη, τὴν δὲ χώραν αὐτῶν πορθήσας ἀνέζευξεν ἐπὶ Σάρδεις.
After this he won over the Teians and the Colophonians, but since help arrived by sea for the Erythraeans and the Clazomenians, he was unable to take these cities, and having plundered their territory, he marched against Sardis.
ἐνταῦθα δὴ τὸν Ἀντιγόνου στρατηγὸν Φοίνικα πείσας ἀποστῆναι τοῦ βασιλέως παρέλαβε τὴν πόλιν πλὴν τῆς ἄκρας· ταύτην γὰρ φυλάττων Φίλιππος εἷς τῶν Ἀντιγόνου φίλων βεβαίαν ἐτήρει τὴν εὔνοιαν τὴν πρὸς τὸν πεπιστευκότα.
There indeed, having persuaded Phoenix, the general of Antigonus, to revolt from the king, he took over the city except for the acropolis; for Philip, one of the friends of Antigonus, who was guarding it, maintained his loyalty steadfast toward the one who had trusted him.
τὰ μὲν οὖν περὶ Λυσίμαχον ἐν τούτοις ἦν.
Such, then, were the affairs of Lysimachus.