§19.71.1τῶν δὲ Ταραντίνων περὶ τὴν παρασκευὴν ὄντων αὐτὸς συνεκπλεύσας εἰς τὸν Ἀκράγαντα παρέλαβε τὴν στρατηγίαν καὶ τὸ μὲν πρῶτον μετεωρήσας τὰ πλήθη μεγάλαις ἐλπίσι παρεστήσατο πάντας προσδοκᾶν σύντομον κατάλυσιν τοῦ τυράννου,
While the Tarentines were occupied with their preparations, Acrotatus himself sailed with them to Acragas and assumed the generalship; at first, elevating the multitudes with great hopes, he led everyone to expect a speedy overthrow of the tyrant.
§19.71.2τοῦ δὲ χρόνου προϊόντος πρᾶξιν μὲν οὐδεμίαν οὔτε τῆς πατρίδος οὔτε τῆς περὶ τὸ γένος ἐπιφανείας ἀξίαν διεπράξατο, τοὐναντίον δὲ φονικὸς ὢν καὶ τῶν τυράννων ὠμότερος προσέκοπτε τοῖς πλήθεσι.
But as time went on, he performed no deed worthy either of his native land or of the prestige of his family; on the contrary, being bloodthirsty and more cruel than the tyrants, he offended the multitudes.
§19.71.3πρὸς δὲ τούτοις τὴν πάτριον δίαιταν μετέβαλεν καὶ ταῖς ἡδοναῖς ἐνετρύφησεν οὕτως ἀσελγῶς ὥστε Πέρσην εἶναι δοκεῖν καὶ οὐ Σπαρτιάτην.
In addition to this, he abandoned his ancestral way of life and indulged in pleasures so self-indulgently that he seemed to be a Persian and not a Spartan.
§19.71.4ἐπεὶ δὲ τῶν προσόδων τὸ πλεῖον μέρος ἀνήλωσεν τὰ μὲν πολιτευόμενος, τὰ δὲ διανοσφιζόμενος τέλος Σωσίστρατον, ἐπιφανέστατον τῶν φυγάδων, πολλάκις δυνάμεων ἀφηγησάμενον, ἐπὶ τὸ δεῖπνον παραλαβὼν ἐδολοφόνησεν, ἐγκαλέσαι μὲν ἁπλῶς οὐδʼ ὁτιοῦν ἔχων, ἐκ ποδῶν δὲ ποιήσασθαι σπεύδων δραστικὸν ἄνδρα καὶ δυνάμενον ἐφεδρεῦσαι τοῖς κακῶς προϊσταμένοις τῆς ἡγεμονίας.
And when he had spent the greater part of his revenues, partly in public administration and partly by embezzlement, he finally invited Sosistratus, the most prominent of the exiles who had often commanded armies, to dinner and treacherously murdered him, although he had absolutely no charge to bring against him, but was eager to remove from his path an active man who was capable of keeping watch on his own bad leadership.
§19.71.5διαβοηθείσης δὲ τῆς πράξεως εὐθὺς οἵ τε φυγάδες συνέτρεχον ἐπʼ αὐτὸν καὶ πάντες οἱ λοιποὶ διετέθησαν ἀλλοτρίως καὶ τὸ μὲν πρῶτον ἀπέστησαν αὐτὸν τῆς στρατηγίας, μετʼ ὀλίγον δὲ καὶ βάλλειν τοῖς λίθοις ἐπεχείρησαν·
When this deed was made known, the exiles immediately rushed together against him, and all the rest became hostilely disposed; at first they removed him from the generalship, and a little later they even attempted to stone him.
διόπερ φοβηθεὶς τὴν τοῦ πλήθους ὁρμὴν νυκτὸς ἔφυγε καὶ λαθὼν διῆρεν εἰς τὴν Λακωνικήν.
Therefore, fearing the onset of the multitude, he fled by night and secretly crossed over to Laconia.
§19.71.6τούτου δʼ ἀπαλλαγέντος Ταραντῖνοι μὲν ἀπεσταλκότες εἰς Σικελίαν τὸν στόλον μετεπέμψαντο, Ἀκραγαντῖνοι δὲ καὶ Γελῷοι καὶ Μεσσήνιοι κατέλυσαν τὸν πρὸς Ἀγαθοκλέα πόλεμον, μεσιτεύσαντος τὰς συνθήκας Ἀμίλκου τοῦ Καρχηδονίου.
After his departure, the Tarentines recalled the fleet they had sent to Sicily, while the Acragantines, Geloans, and Messenians ended their war against Agathocles, with Hamilcar the Carthaginian mediating the treaty.
§19.71.7ἦσαν δὲ τὰ κεφάλαια τῶν συντεθέντων τοιάδε, τῶν Ἑλληνίδων πόλεων τῶν κατὰ Σικελίαν Ἡράκλειαν μὲν καὶ Σελινοῦντα καὶ πρὸς ταύταις Ἱμέραν ὑπὸ Καρχηδονίοις τετάχθαι, καθὰ καὶ προϋπῆρχον, τὰς δʼ ἄλλας πάσας αὐτονόμους εἶναι, τὴν ἡγεμονίαν ἐχόντων Συρακοσίων.
The main points of the agreement were as follows: of the Greek cities in Sicily, Heracleia, Selinus, and in addition to these, Himera, were to be subject to the Carthaginians, just as they had been before; all the others were to be autonomous, under the leadership of the Syracusans.