§18.43.1κατὰ δὲ τὴν Αἴγυπτον Πτολεμαῖος παραδόξως ἀποτετριμμένος τόν τε Περδίκκαν καὶ τὰς βασιλικὰς δυνάμεις τὴν μὲν Αἴγυπτον ὡσανεί τινα βασιλείαν δορίκτητον εἶχεν.
In Egypt, Ptolemy, having unexpectedly repulsed both Perdiccas and the royal forces, held Egypt as if it were a kingdom won by the spear.
ὁρῶν δὲ τήν τε Φοινίκην καὶ τὴν Κοίλην ὀνομαζομένην Συρίαν εὐφυῶς κειμένας κατὰ τῆς Αἰγύπτου πολλὴν εἰσεφέρετο σπουδὴν κυριεῦσαι τούτων τῶν τόπων.
Seeing that Phoenicia and the region called Coele-Syria were advantageously situated with respect to Egypt, he applied great effort to make himself master of these places.
§18.43.2ἐξαπέστειλεν οὖν τὴν ἱκανὴν δύναμιν καὶ στρατηγόν, ἕνα τῶν φίλων προχειρισάμενος, Νικάνορα.
He therefore dispatched a sufficient force and a general, having appointed Nicanor, one of his friends.
οὗτος δὲ στρατεύσας εἰς τὴν Συρίαν Λαομέδοντα μὲν τὸν σατράπην ἐζώγρησε, τὴν δὲ Συρίαν ἅπασαν ἐχειρώσατο.
This man, having marched into Syria, captured the satrap Laomedon alive and subdued the whole of Syria.
ὁμοίως δὲ καὶ τὰς κατὰ τὴν Φοινίκην πόλεις προσαγαγόμενος καὶ ποιήσας ἐμφρούρους ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον, σύντομον τὴν στρατείαν καὶ πρακτικὴν πεποιημένος.
In like manner, having also brought over the cities in Phoenicia and garrisoned them, he returned to Egypt, having made his campaign brief and effective.