§3.70.1εἰς τοῦτο οὖν τὸ ἄντρον τὸν Ἄμμωνα παραγενόμενον παραθέσθαι τὸν παῖδα καὶ παραδοῦναι τρέφειν Νύσῃ, μιᾷ τῶν Ἀρισταίου θυγατέρων· ἐπιστάτην δʼ αὐτοῦ τάξαι τὸν Ἀρισταῖον, ἄνδρα συνέσει καὶ σωφροσύνῃ καὶ πάσῃ παιδείᾳ διαφέροντα.
So Ammon, having come to this cave, deposited the child and delivered him to Nysa, one of the daughters of Aristaeus, to be reared; and he appointed Aristaeus as his guardian, a man outstanding in intelligence, self-control, and all education.
§3.70.2πρὸς δὲ τὰς ἀπὸ τῆς μητρυιᾶς Ῥέας ἐπιβουλὰς φύλακα τοῦ παιδὸς καταστῆσαι τὴν Ἀθηνᾶν, μικρὸν πρὸ τούτων τῶν χρόνων γηγενῆ φανεῖσαν ἐπὶ τοῦ Τρίτωνος ποταμοῦ, διʼ ὃν Τριτωνίδα προσηγορεῦσθαι.
And against the plots of his stepmother Rhea, he appointed Athena as a protector of the child, she who had appeared shortly before these times as earth-born by the river Triton, because of which she was called Tritonis.
§3.70.3μυθολογοῦσι δὲ τὴν θεὸν ταύτην ἑλομένην τὸν πάντα χρόνον τὴν παρθενίαν σωφροσύνῃ τε διενεγκεῖν καὶ τὰς πλείστας τῶν τεχνῶν ἐξευρεῖν, ἀγχίνουν οὖσαν καθʼ ὑπερβολήν· ζηλῶσαι δὲ καὶ τὰ κατὰ τὸν πόλεμον, ἀλκῇ δὲ καὶ ῥώμῃ διαφέρουσαν ἄλλα τε πολλὰ πρᾶξαι μνήμης ἄξια καὶ τὴν Αἰγίδα προσαγορευομένην ἀνελεῖν, θηρίον τι καταπληκτικὸν καὶ παντελῶς δυσκαταγώνιστον·
And they relate in myth that this goddess, having chosen virginity for all time, excelled in self-control and, being exceedingly quick-witted, invented most of the arts; and that she also zealously pursued the matters of war, and being outstanding in courage and strength, performed many other deeds worthy of memory and slew the beast called Aegis, a terrifying and altogether invincible monster.
§3.70.4γηγενὲς γὰρ ὑπάρχον καὶ φυσικῶς ἐκ τοῦ στόματος ἄπλατον ἐκβάλλον φλόγα τὸ μὲν πρῶτον φανῆναι περὶ τὴν Φρυγίαν, καὶ κατακαῦσαι τὴν χώραν, ἣν μέχρι τοῦ νῦν κατακεκαυμένην Φρυγίαν ὀνομάζεσθαι· ἔπειτʼ ἐπελθεῖν τὰ περὶ τὸν Ταῦρον ὄρη συνεχῶς, καὶ κατακαῦσαι τοὺς ἑξῆς δρυμοὺς μέχρι τῆς Ἰνδικῆς.
For since it was earth-born and naturally breathed out from its mouth an immense flame, it first appeared around Phrygia and burned up the land, which to this day is called 'Burnt Phrygia'; then it continuously invaded the mountains around Taurus, and burned up the successive forests as far as India.
μετὰ δὲ ταῦτα πάλιν ἐπὶ θάλατταν τὴν ἐπάνοδον ποιησάμενον περὶ μὲν τὴν Φοινίκην ἐμπρῆσαι τοὺς κατὰ τὸν Λίβανον δρυμούς, καὶ διʼ Αἰγύπτου πορευθὲν ἐπὶ τῆς Λιβύης διελθεῖν τοὺς περὶ τὴν ἑσπέραν τόπους, καὶ τὸ τελευταῖον εἰς τοὺς περὶ τὰ Κεραύνια δρυμοὺς ἐγκατασκῆψαι.
After this, making its return again towards the sea, in Phoenicia it set fire to the forests around Lebanon, and having journeyed through Egypt it traversed the western regions in Libya, and finally descended upon the forests around the Ceraunian mountains.
§3.70.5ἐπιφλεγομένης δὲ τῆς χώρας πάντῃ, καὶ τῶν ἀνθρώπων τῶν μὲν ἀπολλυμένων, τῶν δὲ διὰ τὸν φόβον ἐκλειπόντων τὰς πατρίδας καὶ μακρὰν ἐκτοπιζομένων, τὴν Ἀθηνᾶν φασι τὰ μὲν συνέσει τὰ δʼ ἀλκῇ καὶ ῥώμῃ περιγενομένην ἀνελεῖν τὸ θηρίον, καὶ τὴν δορὰν αὐτοῦ περιαψαμένην φορεῖν τῷ στήθει, ἅμα μὲν σκέπης ἕνεκα καὶ τῆς φυλακῆς τοῦ σώματος πρὸς τοὺς ὕστερον κινδύνους, ἅμα δʼ ἀρετῆς ὑπόμνημα καὶ δικαίας δόξης.
And as the land was being consumed by fire everywhere, and of the inhabitants some were perishing while others in fear were abandoning their native lands and fleeing far away, they say that Athena, prevailing partly by intelligence and partly by courage and strength, slew the beast, and wrapping herself in its skin, wore it on her breast, both for the sake of shelter and the protection of her body against future dangers, and at the same time as a memorial of her valour and of just glory.
§3.70.6τὴν δὲ μητέρα τοῦ θηρίου γῆν ὀργισθεῖσαν ἀνεῖναι τοὺς ὀνομαζομένους γίγαντας ἀντιπάλους τοῖς θεοῖς, οὓς ὕστερον ὑπὸ Διὸς ἀναιρεθῆναι, συναγωνιζομένης Ἀθηνᾶς καὶ Διονύσου μετὰ τῶν ἄλλων θεῶν.
And they say that the earth, angered because of her child, sent up those called Giants as adversaries to the gods, who were later destroyed by Zeus, when Athena and Dionysus fought alongside the other gods.
§3.70.7οὐ μὴν ἀλλὰ τὸν Διόνυσον ἐν τῇ Νύσῃ τρεφόμενον καὶ μετέχοντα τῶν καλλίστων ἐπιτηδευμάτων μὴ μόνον γενέσθαι τῷ κάλλει καὶ τῇ ῥώμῃ διάφορον, ἀλλὰ καὶ φιλότεχνον καὶ πρὸς πᾶν τὸ χρήσιμον εὑρετικόν.
Be that as it may, Dionysus, being reared in Nysa and participating in the noblest pursuits, became not only outstanding in beauty and strength, but also a lover of art and inventive toward everything useful.
§3.70.8ἐπινοῆσαι γὰρ αὐτὸν ἔτι παῖδα τὴν ἡλικίαν ὄντα τοῦ μὲν οἴνου τὴν φύσιν τε καὶ χρείαν, ἀποθλίψαντα βότρυς τῆς αὐτοφυοῦς ἀμπέλου, τῶν δʼ ὡραίων τὰ δυνάμενα μὲν ξηραίνεσθαι καὶ πρὸς ἀποθησαυρισμὸν ὄντα χρήσιμα, μετὰ δὲ ταῦτα καὶ τὰς ἑκάστων κατὰ τρόπον φυτείας εὑρεῖν, καὶ βουληθῆναι τῷ γένει τῶν ἀνθρώπων μεταδοῦναι τῶν ἰδίων εὑρημάτων, ἐλπίσαντα διὰ τὸ μέγεθος τῆς εὐεργεσίας ἀθανάτων τεύξεσθαι τιμῶν.
For when he was still a child in age, he conceived the nature and use of wine, having pressed the clusters of the wild vine, and also of autumn fruits those which were capable of being dried and were useful for storing; and after this he discovered the proper methods of planting each of them, and wished to share his own discoveries with the race of men, hoping that because of the greatness of his benefaction he would obtain immortal honours.