§2.42.1ἔχει δʼ ἡ τῶν Ἰνδῶν χώρα πλείστους καὶ μεγίστους ἐλέφαντας, ἀλκῇ τε καὶ μεγέθει πολὺ διαφέροντας.
\nThe land of the Indians possesses the greatest number of the largest elephants, which far surpass others in strength and size.
ὀχεύεται δὲ τοῦτο τὸ ζῷον οὐχ ὥσπερ τινές φασιν, ἐξηλλαγμένως, ἀλλʼ ὁμοίως ἵπποις καὶ τοῖς ἄλλοις τετράποσι ζῴοις· κυοῦσι δὲ τοὺς μὲν ἐλαχίστους μῆνας ἑκκαίδεκα, τοὺς δὲ πλείστους ὀκτωκαίδεκα. §2.42.2τίκτουσι δὲ καθάπερ ἵπποι κατὰ τὸ πλεῖστον ἕν, καὶ τρέφουσι τὸ γεννηθὲν αἱ μητέρες ἐπʼ ἔτη ἕξ.
This animal does not mate in a peculiar way, as some say, but in the same manner as horses and other four-footed beasts; and they carry their young for sixteen months at the shortest, and eighteen months at the longest.\n\nThey give birth for the most part to a single young, just as horses do, and the mothers rear the newborn for six years.
ζῶσι δʼ οἱ πλεῖστοι καθάπερ ὁ μακροβιώτατος ἄνθρωπος, οἱ δὲ μάλιστα γηράσαντες ἔτη διακόσια. §2.42.3εἰσὶ δὲ παρʼ Ἰνδοῖς καὶ ἐπὶ τοὺς ξένους ἄρχοντες τεταγμένοι καὶ φροντίζοντες ὅπως μηδεὶς ξένος ἀδικῆται· τοῖς δʼ ἀρρωστοῦσι τῶν ξένων ἰατροὺς εἰσάγουσι καὶ τὴν ἄλλην ἐπιμέλειαν ποιοῦνται, καὶ τελευτήσαντας θάπτουσιν, ἔτι δὲ τὰ καταλειφθέντα χρήματα τοῖς προσήκουσιν ἀποδιδόασιν. §2.42.4οἵ τε δικασταὶ τὰς κρίσεις παρʼ αὐτοῖς ἀκριβῶς διαγινώσκουσι, καὶ πικρῶς τοῖς ἁμαρτάνουσι προσφέρονται.
Most of them live as long as the longest-lived man, but those that reach the greatest age live for two hundred years.\n\nAmong the Indians there are also magistrates appointed over foreigners, who take care that no foreigner is wronged; and for those of the foreigners who fall ill, they bring in physicians and provide other care, and when they die, they bury them, and furthermore they restore the property left behind to their relatives.\n\nTheir judges also decide cases among them with accuracy, and deal severely with those who do wrong.
περὶ μὲν οὖν τῆς Ἰνδικῆς καὶ τῶν κατʼ αὐτὴν ἀρχαιολογουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.
Now, concerning India and the ancient history associated with it, we shall be satisfied with what has been said.