§2.24.1Ἀρβάκης γάρ τις, Μῆδος μὲν τὸ γένος, ἀνδρείᾳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων, ἐστρατήγει Μήδων τῶν κατʼ ἐνιαυτὸν ἐκπεμπομένων εἰς τὴν Νίνον.
A certain Arbaces, a Mede by race, and distinguished for his bravery and nobility of soul, was the commander of the Medes who were sent out year by year to Ninus.
κατὰ δὲ τὴν στρατείαν γενόμενος συνήθης τῷ στρατηγῷ τῶν Βαβυλωνίων, ὑπʼ ἐκείνου παρεκλήθη καταλῦσαι τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν.
Having become intimate during this campaign with the commander of the Babylonians, he was urged by him to overthrow the hegemony of the Assyrians.
§2.24.2ἦν δʼ οὗτος ὄνομα μὲν Βέλεσυς, τῶν δʼ ἱερέων ἐπισημότατος, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους.
Now this man was Belesys by name, the most distinguished of the priests whom the Babylonians call Chaldaeans.
ἐμπειρίαν οὖν ἔχων μεγίστην ἀστρολογίας τε καὶ μαντικῆς προέλεγε τοῖς πολλοῖς τὸ ἀποβησόμενον ἀδιαπτώτως· διὸ καὶ θαυμαζόμενος ἐπὶ τούτοις τῷ στρατηγῷ τῶν Μήδων ὄντι φίλῳ προεῖπεν ὅτι πάντως αὐτὸν δεῖ βασιλεῦσαι πάσης τῆς χώρας ἧς ἄρχει Σαρδανάπαλλος.
Having, therefore, the greatest experience in astrology and divination, he foretold to the multitude what was going to happen without fail; for which reason, being admired for these things, he foretold to the commander of the Medes, who was his friend, that it was absolutely necessary for him to rule over all the land which Sardanapallus governed.
§2.24.3ὁ δʼ Ἀρβάκης ἐπαινέσας τὸν ἄνδρα, τούτῳ μὲν ἐπηγγείλατο δώσειν σατραπείαν τῆς Βαβυλωνίας, τῆς πράξεως ἐπὶ τέλος ἐλθούσης, αὐτὸς δὲ καθαπερεί τινος θεοῦ φωνῇ μετεωρισθεὶς τοῖς τε ἡγεμόσι τῶν ἄλλων ἐθνῶν συνίστατο καὶ πρὸς τὰς ἑστιάσεις καὶ κοινὰς ὁμιλίας ἐκτενῶς ἅπαντας παρελάμβανε, φιλίαν κατασκευάζων πρὸς ἕκαστον.
Arbaces, having praised the man, promised to give him the satrapy of Babylonia when the undertaking should come to an end; and he himself, as if elevated by the voice of some god, allied himself with the leaders of the other nations and zealously invited them all to banquets and common gatherings, establishing friendship with each one.
§2.24.4ἐφιλοτιμήθη δὲ καὶ τὸν βασιλέα κατʼ ὄψιν ἰδεῖν καὶ τὸν τούτου βίον ὅλον κατασκέψασθαι.
And he was also eager to see the king face to face and to inspect his whole way of life.
διόπερ δούς τινι τῶν εὐνούχων χρυσῆν φιάλην εἰσήχθη πρὸς τὸν Σαρδανάπαλλον, καὶ τήν τε τρυφὴν αὐτοῦ καὶ τὸν γυναικώδη τῶν ἐπιτηδευμάτων ζῆλον ἀκριβῶς κατανοήσας κατεφρόνησε μὲν τοῦ βασιλέως ὡς οὐδενὸς ἀξίου, προήχθη δὲ πολὺ μᾶλλον ἀντέχεσθαι τῶν δοθεισῶν ἐλπίδων ὑπὸ τοῦ Χαλδαίου.
Therefore, having given a golden cup to one of the eunuchs, he was introduced to Sardanapallus, and having accurately perceived both his luxury and his effeminate zeal for his practices, he despised the king as being of no worth, and was much more encouraged to cling to the hopes given by the Chaldaean.
§2.24.5τέλος δὲ συνωμοσίαν ἐποιήσατο πρὸς τὸν Βέλεσυν, ὥστε αὐτὸν μὲν Μήδους ἀποστῆσαι καὶ Πέρσας, ἐκεῖνον δὲ πεῖσαι Βαβυλωνίους κοινωνῆσαι τῆς πράξεως καὶ τὸν τῶν Ἀράβων ἡγεμόνα φίλον ὄντα προσλαβέσθαι πρὸς τὴν τῶν ὅλων ἐπίθεσιν.
At last he made a conspiracy with Belesys, on the condition that he himself should make the Medes and Persians revolt, while the other should persuade the Babylonians to share in the enterprise and win over the leader of the Arabs, who was his friend, for the general attack.
§2.24.6ὡς δʼ ὁ ἐνιαύσιος τῆς στρατείας διεληλύθει χρόνος, διαδοχῆς δʼ ἑτέρας ἐλθούσης ἀπελύθησαν οἱ πρότεροι κατὰ τὸ ἔθος εἰς τὰς πατρίδας, ἐνταῦθα ὁ Ἀρβάκης ἔπεισε τοὺς μὲν Μήδους ἐπιθέσθαι τῇ βασιλείᾳ, Πέρσας δʼ ἐπʼ ἐλευθερίᾳ κοινωνῆσαι τῆς συνωμοσίας.
When the year's time of service had passed, and another succession having come, the former soldiers were dismissed according to custom to their native lands. Thereupon Arbaces persuaded the Medes to attack the kingdom, and the Persians to join the conspiracy for their freedom.
παραπλησίως δὲ καὶ ὁ Βέλεσυς τούς τε Βαβυλωνίους ἔπεισεν ἀντέχεσθαι τῆς ἐλευθερίας, καὶ πρεσβεύσας εἰς Ἀραβίαν παρεστήσατο τὸν ἡγούμενον τῶν ἐγχωρίων, ὄντα φίλον αὐτοῦ καὶ ξένον, μετασχεῖν τῆς ἐπιθέσεως.
In like manner Belesys also persuaded the Babylonians to cling to their freedom, and having sent an embassy to Arabia, he won over the leader of the inhabitants, who was his friend and guest-friend, to take part in the attack.
§2.24.7τοῦ δʼ ἐνιαυσίου χρόνου διελθόντος πάντες οὗτοι πλῆθος στρατιωτῶν συναγαγόντες ἧκον πανδημεὶ πρὸς τὴν Νίνον, τῷ μὲν λόγῳ διαδοχὴν ἄγοντες, ὡς ἦν σύνηθες, τῇ δʼ ἀληθείᾳ καταλύσοντες τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν.
And when the year's time had passed, all these, having gathered a multitude of soldiers, came with all their forces to Ninus, in word bringing a succession, as was customary, but in truth intending to overthrow the hegemony of the Assyrians.
§2.24.8ἀθροισθέντων οὖν τῶν προειρημένων τεττάρων ἐθνῶν εἰς ἕνα τόπον, ὁ μὲν σύμπας αὐτῶν ἀριθμὸς ὑπῆρχεν εἰς τετταράκοντα μυριάδας, εἰς μίαν δὲ παρεμβολὴν συνελθόντες ἐβουλεύοντο κοινῇ περὶ τοῦ συμφέροντος.
Therefore, when the aforementioned four nations had assembled in one place, their total number amounted to four hundred thousand, and having come together into one camp, they consulted in common about their mutual advantage.