§14.5.1παρελθόντων δὲ τῶν ὑπηρετῶν καὶ ἀποσπώντων αὐτόν, ὁ μὲν Θηραμένης ἔφερε γενναίως τὴν ἀτυχίαν, ἅτε καὶ φιλοσοφίας ἐπὶ πλεῖον μετεσχηκὼς παρὰ Σωκράτει, τὸ δὲ λοιπὸν πλῆθος ἠλέει δυστυχοῦντα τὸν Θηραμένη, οὐ μὴν ἐτόλμα βοηθεῖν, περιεστώτων πολλῶν μετὰ ὅπλων.
When the attendants came forward and dragged him away, Theramenes bore his misfortune nobly, inasmuch as he had participated more deeply in philosophy under Socrates; but the rest of the multitude pitied Theramenes in his misfortune, yet did not dare to help him, since many men with arms were standing around.
§14.5.2Σωκράτης δὲ ὁ φιλόσοφος καὶ δύο τῶν οἰκείων προσδραμόντες ἐνεχείρουν κωλύειν τοὺς ὑπηρέτας.
But Socrates the philosopher and two of his close associates ran forward and attempted to prevent the attendants.
ὁ δὲ Θηραμένης ἠξίου μηδὲν τούτων πράττειν· τὴν μὲν γὰρ φιλίαν καὶ τὴν ἀνδρείαν ἔφησεν αὐτῶν ἐπαινεῖν, ἑαυτῷ δὲ μεγίστην συμφορὰν ἔσεσθαι, εἰ τοῖς οὕτως οἰκείως διακειμένοις αἴτιος ἔσται θανάτου.
But Theramenes urged them to do nothing of the sort; for he said that he praised their friendship and courage, but that it would be the greatest misfortune for him if he should be the cause of death to those who were so kindly disposed toward him.
§14.5.3οἱ δὲ περὶ τὸν Σωκράτην, τῶν μὲν ἄλλων οὐδένα βοηθὸν ἔχοντες, τὴν δὲ τῶν ὑπερεχόντων ἀνάτασιν ὁρῶντες αὐξανομένην, ἡσυχίαν ἔσχον.
Socrates and his companions, having no other helper and seeing the threat of those in power increasing, kept quiet.
καὶ Θηραμένην μὲν ἀπὸ τῶν βωμῶν ἀποσπάσαντες οἷς ἦν προστεταγμένον, διὰ μέσης τῆς ἀγορᾶς εἵλκυσαν ἐπὶ τὸν θάνατον·
And those who had been commanded dragged Theramenes away from the altars and hauled him through the middle of the marketplace to his death.
§14.5.4οἱ δὲ πολλοὶ τὰ τῆς φρουρᾶς ὅπλα καταπεπληγμένοι συνήλγουν τῷ δυστυχοῦντι, καὶ τήν τε ἐκείνου συμφορὰν ἅμα καὶ τὴν περὶ σφᾶς δουλείαν ἐδάκρυον· τῶν γὰρ ταπεινῶν ἕκαστοι τὴν Θηραμένους ἀρετὴν θεωροῦντες οὕτω προπηλακιζομένην, τὴν περὶ αὑτοὺς ἀσθένειαν οὐδενὶ λόγῳ παραναλωθήσεσθαι διειλήφεισαν.
But the multitude, terrified by the arms of the garrison, sympathized with the unfortunate man, and wept both for his misfortune and for their own impending servitude; for each of the humble, seeing the virtue of Theramenes thus trampled upon, concluded that their own weakness would be sacrificed in vain for no reason at all.
§14.5.5μετὰ δὲ τὸν τούτου θάνατον οἱ τριάκοντα τοὺς πλουσίους ἐπιλεγόμενοι, τούτοις ψευδεῖς αἰτίας ἐπερρίπτουν, καὶ φονεύοντες τὰς οὐσίας διήρπαζον.
After his death, the Thirty, selecting the wealthy, brought false accusations against them, and putting them to death, plundered their property.
ἀνεῖλον δὲ καὶ Νικήρατον τὸν Νικίου τοῦ στρατηγήσαντος ἐπὶ Συρακοσίους υἱόν, ἄνδρα πρὸς ἅπαντας ἐπιεικῆ καὶ φιλάνθρωπον, πλούτῳ δὲ καὶ δόξῃ σχεδὸν πρῶτον πάντων Ἀθηναίων· §14.5.6διὸ καὶ συνέβη πᾶσαν οἰκίαν συναλγῆσαι τῇ τἀνδρὸς τελευτῇ, τῆς διὰ τὴν ἐπιείκειαν μνήμης προαγούσης εἰς δάκρυα.
They also put to death Niceratus, the son of Nicias who had served as general against the Syracusans, a man gentle and humane toward all, and almost the first of all Athenians in wealth and reputation; wherefore it happened that every household grieved at the man's end, the memory of his gentleness moving them to tears.
οὐ μὴν ἔληγόν γε τῆς παρανομίας οἱ τύραννοι, πολὺ δὲ μᾶλλον ἐπίτασιν λαμβανούσης τῆς ἀπονοίας τῶν μὲν ξένων τοὺς πλουσιωτάτους ἑξήκοντα κατέσφαξαν, ὅπως τῶν χρημάτων κυριεύσωσι, τῶν δὲ πολιτῶν καθʼ ἡμέραν ἀναιρουμένων οἱ τοῖς βίοις εὐπορούμενοι σχεδὸν ἅπαντες ἔφυγον ἐκ τῆς πόλεως.
Nevertheless, the tyrants did not cease from their lawlessness, but as their madness increased much more, they slaughtered sixty of the wealthiest resident aliens in order to get possession of their money; and as the citizens were being put to death day by day, almost all those who were well-to-do in their circumstances fled from the city.
§14.5.7ἀνεῖλον δὲ καὶ Αὐτόλυκον, ἄνδρα παρρησιαστήν, καὶ καθόλου τοὺς χαριεστάτους ἐπέλεγον.
They also put to death Autolycus, a man of free speech, and in general selected the most refined.
ἐπὶ τοσοῦτο δὲ κατέφθειραν τὴν πόλιν, ὥστε φυγεῖν τοὺς Ἀθηναίους πλείους τῶν ἡμίσεων.
And to such an extent did they ruin the city that more than half of the Athenians fled.