§12.7.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλιμάχου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Σέξτον Κοΐντιον Τριγέμινον.
When Callimachus was archon in Athens, the Romans established Sextus Quintius Trigeminus as consuls.
ἐπὶ δὲ τούτων κατὰ τὴν Ἑλλάδα τεταπεινωμένων τῶν Ἀθηναίων διὰ τὴν ἐν Βοιωτίᾳ περὶ Κορώνειαν ἧτταν, ἀφίσταντο πολλαὶ τῶν πόλεων ἀπὸ τῶν Ἀθηναίων.
During their term, since the Athenians had been humbled throughout Greece because of their defeat near Coronea in Boeotia, many of the cities revolted from the Athenians.
μάλιστα δὲ τῶν κατοικούντων τὴν Εὔβοιαν νεωτεριζόντων, Περικλῆς αἱρεθεὶς στρατηγὸς ἐστράτευσεν ἐπὶ τὴν Εὔβοιαν μετὰ δυνάμεως ἀξιολόγου, καὶ τὴν μὲν πόλιν τῶν Ἑστιαιῶν ἑλὼν κατὰ κράτος ἐξῴκισε τοὺς Ἑστιαιεῖς ἐκ τῆς πατρίδος, τὰς δʼ ἄλλας καταπληξάμενος ἠνάγκασε πάλιν πειθαρχεῖν Ἀθηναίοις.
Especially because the inhabitants of Euboea were revolting, Pericles, having been elected general, campaigned against Euboea with a noteworthy force; and after capturing the city of the Hestiaeans by storm, he expelled the Hestiaeans from their homeland, and having terrified the other cities, he forced them to obey the Athenians again.
σπονδὰς δʼ ἐποίησαν τριακονταετεῖς, Καλλίου καὶ Χάρητος συνθεμένων καὶ τὴν εἰρήνην βεβαιωσάντων.
And they made a thirty-year treaty, with Callias and Chares negotiating and confirming the peace.