§12.22.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Λυσιμαχίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Τίτον Μενήνιον καὶ Πόπλιον Σήστιον Καπετωλῖνον.
When Lysimachides was archon in Athens, the Romans appointed Titus Menenius and Publius Sestius Capitolinus as consuls.
ἐπὶ δὲ τούτων διαφεύγοντες τὸν ἐν τῇ στάσει κίνδυνον Συβαρῖται περὶ τὸν Τράεντα ποταμὸν κατῴκησαν.
During their term of office, the Sybarites, fleeing the danger of the civil strife, settled around the Traeis River.
καὶ χρόνον μέν τινα διέμειναν, ἔπειθʼ ὑπὸ Βρεττίων ἐκβληθέντες ἀνῃρέθησαν.
And for a certain time they remained there, but afterwards they were expelled by the Brettians and destroyed.
§12.22.2κατὰ δὲ τὴν Ἑλλάδα Ἀθηναῖοι τὴν Εὔβοιαν ἀνακτησάμενοι καὶ τοὺς Ἑστιαιεῖς ἐκ τῆς πόλεως ἐκβαλόντες ἰδίαν ἀποικίαν εἰς αὐτὴν ἐξέπεμψαν Περικλέους στρατηγοῦντος, χιλίους δὲ οἰκήτορας ἐκπέμψαντες τήν τε πόλιν καὶ τὴν χώραν κατεκληρούχησαν.
In Greece, the Athenians, having recovered Euboea and expelled the Hestiaeans from their city, sent out a colony of their own to it under the generalship of Pericles; and having dispatched a thousand settlers, they portioned out both the city and the land in allotments.