§10.358Πλάτων Ἀριστοδώρῳ εὖ πράττειν.
Plato to Aristodorus sends greeting.
ἀκούω Δίωνος ἐν τοῖς μάλιστα ἑταῖρον εἶναί τέ σε νῦν καὶ γεγονέναι διὰ παντός, τὸ σοφώτατον ἦθος τῶν εἰς φιλοσοφίαν παρεχόμενον· τὸ γὰρ βέβαιον καὶ πιστὸν καὶ ὑγιές, τοῦτο ἐγώ φημι εἶναι τὴν ἀληθινὴν φιλοσοφίαν, τὰς δὲ ἄλλας τε καὶ εἰς ἄλλα τεινούσας σοφίας τε καὶ δεινότητας κομψότητας οἶμαι προσαγορεύων ὀρθῶς ὀνομάζειν.
I hear that you are now and have been all along one of the closest friends of Dion, presenting the wisest character of those that pertain to philosophy; for the steadfast, the faithful, and the sound—this is what I assert to be true philosophy, while the other kinds of wisdom and cleverness which tend toward other objects, I think I name correctly in calling them subtleties.
ἀλλʼ ἔρρωσό τε καὶ μένε ἐν τοῖς ἤθεσιν οἷσπερ καὶ νῦν μένεις.
But farewell, and continue in those very habits of character in which you now remain.