§42ΤΙ. ὁπότε δὴ σώμασιν ἐμφυτευθεῖεν ἐξ ἀνάγκης, καὶ τὸ μὲν προσίοι, τὸ δʼ ἀπίοι τοῦ σώματος αὐτῶν, πρῶτον μὲν αἴσθησιν ἀναγκαῖον εἴη μίαν πᾶσιν ἐκ βιαίων παθημάτων σύμφυτον γίγνεσθαι, δεύτερον δὲ ἡδονῇ καὶ λύπῃ μεμειγμένον ἔρωτα, πρὸς δὲ τούτοις φόβον καὶ θυμὸν ὅσα τε ἑπόμενα αὐτοῖς καὶ ὁπόσα ἐναντίως πέφυκε διεστηκότα·
When therefore they should be of necessity implanted in bodies, and of their body some part should come in and another go out, first, a single innate sensation arising from violent affections must of necessity be produced in all; second, desire mixed with pleasure and pain, and in addition to these, fear and anger, and all those things that follow them, and as many as are by nature opposite to them.
ὧν εἰ μὲν κρατήσοιεν, δίκῃ βιώσοιντο, κρατηθέντες δὲ ἀδικίᾳ.
And if they should master these, they would live in justice, but if mastered by them, in injustice.
καὶ ὁ μὲν εὖ τὸν προσήκοντα χρόνον βιούς, πάλιν εἰς τὴν τοῦ συννόμου πορευθεὶς οἴκησιν ἄστρου, βίον εὐδαίμονα καὶ συνήθη ἕξοι, σφαλεὶς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβαλοῖ·
And he who lived well for his appointed time, returning again to the habitation of his consort star, would have a happy and congenial life; but failing in these, he would change into the nature of a woman in his second generation.
μὴ παυόμενός τε ἐν τούτοις ἔτι κακίας, τρόπον ὃν κακύνοιτο, κατὰ τὴν ὁμοιότητα τῆς τοῦ τρόπου γενέσεως εἴς τινα τοιαύτην ἀεὶ μεταβαλοῖ θήρειον φύσιν, ἀλλάττων τε οὐ πρότερον πόνων λήξοι, πρὶν τῇ ταὐτοῦ καὶ ὁμοίου περιόδῳ τῇ ἐν αὑτῷ συνεπισπώμενος τὸν πολὺν ὄχλον καὶ ὕστερον προσφύντα ἐκ πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς, θορυβώδη καὶ ἄλογον ὄντα, λόγῳ κρατήσας εἰς τὸ τῆς πρώτης καὶ ἀρίστης ἀφίκοιτο εἶδος ἕξεως.
And if in these conditions he did not yet cease from wickedness, according to the likeness of the manner of his generation, he would always change into some such beastly nature, and in changing he would not cease from labors before, drawn along by the revolution of the 'Same' and 'Similar' within him, having mastered by reason the great, noisy, and irrational crowd that was later attached to him from fire, water, air, and earth, he should arrive at the form of his first and best state of existence.
διαθεσμοθετήσας δὲ πάντα αὐτοῖς ταῦτα, ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος, ἔσπειρεν τοὺς μὲν εἰς γῆν, τοὺς δʼ εἰς σελήνην, τοὺς δʼ εἰς τἆλλα ὅσα ὄργανα χρόνου·
Having established all these laws for them, so that he might be guiltless of the subsequent wickedness of each of them, he sowed some into the earth, some into the moon, and others into the other instruments of time.
τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκεν θεοῖς σώματα πλάττειν θνητά, τό τʼ ἐπίλοιπον, ὅσον ἔτι ἦν ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθʼ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν, καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅτι μὴ κακῶν αὐτὸ ἑαυτῷ γίγνοιτο αἴτιον.
And after the sowing, he delivered to the young gods the task of fashioning mortal bodies, and as for the rest, as much of the human soul as was still necessary to be added, having wrought this and all that followed, to rule over and, as beautifully and best as they could, to govern the mortal living being, unless it should become the cause of evils to itself.
καὶ ὁ μὲν δὴ ἅπαντα ταῦτα διατάξας ἔμενεν ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει·
Having arranged all these things, he remained in his own accustomed nature.
§43ΤΙ. μένοντος δὲ νοήσαντες οἱ παῖδες τὴν τοῦ πατρὸς τάξιν ἐπείθοντο αὐτῇ, καὶ λαβόντες ἀθάνατον ἀρχὴν θνητοῦ ζῴου, μιμούμενοι τὸν σφέτερον δημιουργόν, πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος ἀπὸ τοῦ κόσμου δανειζόμενοι μόρια ὡς ἀποδοθησόμενα πάλιν, εἰς ταὐτὸν τὰ λαμβανόμενα συνεκόλλων, οὐ τοῖς ἀλύτοις οἷς αὐτοὶ συνείχοντο δεσμοῖς, ἀλλὰ διὰ σμικρότητα ἀοράτοις πυκνοῖς γόμφοις συντήκοντες, ἓν ἐξ ἁπάντων ἀπεργαζόμενοι σῶμα ἕκαστον, τὰς τῆς ἀθανάτου ψυχῆς περιόδους ἐνέδουν εἰς ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον.
And while he remained, his children, understanding the command of their father, obeyed it, and having received the immortal principle of a mortal living being, imitating their own creator, and borrowing from the world portions of fire, earth, water, and air, as things to be paid back again, they glued together the portions they received, not with the indissoluble bonds by which they themselves were held together, but fusing them with numerous dowels invisible because of their smallness, making one body out of them all for each, and they bound the revolutions of the immortal soul into a body subject to influx and efflux.
αἱ δʼ εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτʼ ἐκράτουν οὔτʼ ἐκρατοῦντο, βίᾳ δὲ ἐφέροντο καὶ ἔφερον, ὥστε τὸ μὲν ὅλον κινεῖσθαι ζῷον, ἀτάκτως μὴν ὅπῃ τύχοι προϊέναι καὶ ἀλόγως, τὰς ἓξ ἁπάσας κινήσεις ἔχον· εἴς τε γὰρ τὸ πρόσθε καὶ ὄπισθεν καὶ πάλιν εἰς δεξιὰ καὶ ἀριστερὰ κάτω τε καὶ ἄνω καὶ πάντῃ κατὰ τοὺς ἓξ τόπους πλανώμενα προῄειν.
And these revolutions, bound into a mighty river, neither mastered nor were mastered, but were violently carried and did carry, so that the whole living being indeed moved, yet advanced in an irregular manner, at random and without reason, having all the six motions; for they went forward and backward, and again to the right and left, and downward and upward, wandering in every direction through the six places.
πολλοῦ γὰρ ὄντος τοῦ κατακλύζοντος καὶ ἀπορρέοντος κύματος ὃ τὴν τροφὴν παρεῖχεν, ἔτι μείζω θόρυβον ἀπηργάζετο τὰ τῶν προσπιπτόντων παθήματα ἑκάστοις, ὅτε πυρὶ προσκρούσειε τὸ σῶμά τινος ἔξωθεν ἀλλοτρίῳ περιτυχὸν ἢ καὶ στερεῷ γῆς πάγῳ ὑγροῖς τε ὀλισθήμασιν ὑδάτων, εἴτε ζάλῃ πνευμάτων ὑπὸ ἀέρος φερομένων καταληφθείη, καὶ ὑπὸ πάντων τούτων διὰ τοῦ σώματος αἱ κινήσεις ἐπὶ τὴν ψυχὴν φερόμεναι προσπίπτοιεν·
For though the inundating and flowing wave which provided sustenance was great, yet a still greater disturbance was produced by the passions of the things striking against each of them, when the body of anyone happened to collide with alien fire from without, or with a solid mass of earth, or with the slippery glidings of waters, or was caught by a tempest of winds carried by the air, and the motions from all these things, carried through the body, fell upon the soul.
αἳ δὴ καὶ ἔπειτα διὰ ταῦτα ἐκλήθησάν τε καὶ νῦν ἔτι αἰσθήσεις συνάπασαι κέκληνται.
These indeed were therefore called thereafter, and are even now called, collectively 'sensations'.
καὶ δὴ καὶ τότε ἐν τῷ παρόντι πλείστην καὶ μεγίστην παρεχόμεναι κίνησιν, μετὰ τοῦ ῥέοντος ἐνδελεχῶς ὀχετοῦ κινοῦσαι καὶ σφοδρῶς σείουσαι τὰς τῆς ψυχῆς περιόδους, τὴν μὲν ταὐτοῦ παντάπασιν ἐπέδησαν ἐναντία αὐτῇ ῥέουσαι καὶ ἐπέσχον ἄρχουσαν καὶ ἰοῦσαν, τὴν δʼ αὖ θατέρου διέσεισαν, ὥστε τὰς τοῦ διπλασίου καὶ τριπλασίου τρεῖς ἑκατέρας ἀποστάσεις καὶ τὰς τῶν ἡμιολίων καὶ ἐπιτρίτων καὶ ἐπογδόων μεσότητας καὶ συνδέσεις, ἐπειδὴ παντελῶς λυταὶ οὐκ ἦσαν πλὴν ὑπὸ τοῦ συνδήσαντος, πάσας μὲν στρέψαι στροφάς, πάσας δὲ κλάσεις καὶ διαφθορὰς τῶν κύκλων ἐμποιεῖν, ὁσαχῇπερ ἦν δυνατόν, ὥστε μετʼ ἀλλήλων μόγις συνεχομένας φέρεσθαι μέν, ἀλόγως δὲ φέρεσθαι, τοτὲ μὲν ἀντίας, ἄλλοτε δὲ πλαγίας, τοτὲ δὲ ὑπτίας·
And so indeed at that time, presenting the greatest and most powerful motion, moving in company with the continuously flowing stream and violently shaking the revolutions of the soul, they completely fettered the revolution of the 'Same' by flowing contrary to it, and prevented it from ruling and going on, and again they shook that of the 'Other'. Thus, the three intervals of the double and triple, and the means and connections of the sesquialteral, sesquitertial, and sesquioctave, since they were not entirely dissoluble except by him who bound them, suffered all kinds of twistings, and caused all sorts of fractures and destructions of the circles, in every way possible, so that, scarcely holding together with one another, they were carried along, but carried along without reason, sometimes in reverse, at other times sideways, and sometimes upside down.
οἷον ὅταν τις ὕπτιος ἐρείσας τὴν κεφαλὴν μὲν ἐπὶ γῆς, τοὺς δὲ πόδας ἄνω προσβαλὼν ἔχῃ πρός τινι, τότε ἐν τούτῳ τῷ πάθει τοῦ τε πάσχοντος καὶ τῶν ὁρώντων τά τε δεξιὰ ἀριστερὰ καὶ τὰ ἀριστερὰ δεξιὰ ἑκατέροις τὰ ἑκατέρων φαντάζεται.
Just as when someone upside down has his head pressed against the earth and his feet raised aloft against something, then in this affection, both to the sufferer and to the onlookers, the right parts appear left, and the left parts right, to each other.