§5.1οὐκ ἀνδριαντοποιός εἰμʼ, ὥστʼ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματʼ ἐπʼ αὐτᾶς βαθμίδος §5.2ἑσταότʼ· ἀλλʼ ἐπὶ πάσας ὁλκάδος ἔν τʼ ἀκάτῳ, γλυκεῖʼ ἀοιδά, §5.3στεῖχʼ ἀπʼ Αἰγίνας, διαγγέλλοισʼ, ὅτι §5.4Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς §5.5νίκη Νεμείοις παγκρατίου στέφανον, §5.6οὔπω γένυσι φαίνων τέρειναν ματέρʼ οἰνάνθας ὀπώραν,
I am no sculptor, to make statues that stand idle on their very pedestal; but on every merchant ship and in every boat, sweet song, go forth from Aegina, announcing that Pytheas, the mighty son of Lampon, has won the crown of pankration at the Nemean games, while not yet showing on his cheeks the tender midsummer, mother of the vine-blossom.
§5.7ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων §5.8Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·
And he honored the Aeacidae, the warrior heroes descended from Cronus and Zeus, and from the golden Nereids, and their mother city, a land beloved by strangers.
§5.9τάν ποτʼ εὔανδρόν τε καὶ ναυσικλυτὰν §5.10θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου §5.11στάντες, πίτναν τʼ εἰς αἰθέρα χεῖρας ἁμᾷ §5.12Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος, §5.13ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτʼ ἐπὶ ῥηγμῖνι πόντου.
This land, rich in men and famous for ships, they once prayed for, standing by the altar of Father Hellanios, and stretching out their hands together toward the heavens: the famous sons of Endeis and the mighty power of ruling Phocus, whom the goddess Psamatheia bore by the shore of the sea.
§5.14αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον, §5.15πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους §5.16δαίμων ἀπʼ Οἰνώνας ἔλασεν.
I am ashamed to speak of a great deed, not risked in justice, how they left the famous island, and what deity drove the brave men from Oenona.
στάσομαι· οὔ τοι ἅπασα κερδίων §5.17φαίνοισα πρόσωπον ἀλάθειʼ ἀτρεκής·
I shall stop; indeed, not every exact truth is better for showing its face; showing its face.
§5.18καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.
And to keep silent is often the wisest thing for a man to understand.
§5.19εἰ δʼ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι §5.20αὐτόθεν ἅλμαθʼ ὑποσκάπτοι τις· ἔχω γονάτων ἐλαφρὸν ὁρμάν· §5.21καὶ πέραν πόντοιο πάλλοντʼ αἰετοί.
But if it is resolved to praise wealth, or the strength of hands, or iron war, let someone dig for me a long pit for jumping from this very spot; I have a light spring in my knees; and eagles flutter even beyond the sea.
§5.22πρόφρων δὲ καὶ κείνοις ἄειδʼ ἐν Παλίῳ §5.23Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις §5.24φόρμιγγʼ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων §5.25ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν §5.26Πηλέα θʼ, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι §5.27ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν §5.28πείσαισʼ ἀκοίταν ποικίλοις βουλεύμασιν, §5.29ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον, §5.30ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου §5.31εὐνᾶς.
And with a willing mind, for those men also on Pelion sang the most beautiful chorus of the Muses, and in their midst Apollo, sweeping the seven-tongued lyre with a golden plectrum, led all kinds of melodies; and they, starting from Zeus, first sang of majestic Thetis and Peleus, and how delicate Hippolyta, the daughter of Cretheus, wished to snare him by guile, having persuaded her husband, the ruler of the Magnetes, with various designs, and fabricated a false, manufactured tale, that he was attempting her bridal bed in the couch of Acastus.
τὸ δʼ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ §5.32παρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι· §5.33εὐθὺς δʼ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον §5.34δείσαις· ὁ δʼ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ §5.35Ζεὺς ἀθανάτων βασιλεύς, ὥστʼ ἐν τάχει §5.36ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν, §5.37γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν· §5.38ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται, §5.39καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
But the opposite was true; for with all her heart, she kept coaxing and entreating him; but her steep words provoked his anger; and immediately he rejected the bride, fearing the anger of the hospitable Father; but cloud-gathering Zeus, king of the immortals, noticed from heaven and nodded to him, that quickly he would make one of the deep-sea Nereids with golden spindles his wife, having persuaded their kinsman Poseidon, who often comes from Aegae to the famous Dorian Isthmus; where joyful crowds receive him as god with the sound of reeds, and contend with bold strength of limbs.
τὺ δʼ Αἰγίναθε δίς, Εὐθύμενες, §5.42Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.
And you, Euthymenes, twice from Aegina, falling into the arms of Victory, have touched various hymns.
§5.43ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
Indeed, even now your uncle’s kinsmen glorify that same seed of his, Pytheas.
§5.44ἁ Νεμέα μὲν ἄραρεν μείς τʼ ἐπιχώριος, ὃν φίλησʼ Ἀπόλλων· §5.45ἅλικας δʼ ἐλθόντας οἴκοι τʼ ἐκράτεις §5.46Νίσου τʼ ἐν εὐαγκεῖ λόφῳ.
Nemea has favored him, and the local month which Apollo loved; and you conquered those of your age who came, both at home and on the fair-wooded hill of Nisus.
χαίρω δʼ, ὅτι §5.47ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
And I rejoice because the entire city contends for noble deeds.
§5.48ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν §5.49ἐπαύρεο· χρὴ δʼ ἀπʼ Ἀθανᾶν τέκτονʼ ἀθληταῖσιν ἔμμεν.
Know that, with the fortune of Menander, you have reaped a sweet reward for your labors; for from Athens must come the builder of athletes.
§5.50εἰ δὲ Θεμίστιον ἵκεις, ὥστʼ ἀείδειν, μηκέτι ῥίγει· δίδοι §5.51φωνάν, ἀνὰ δʼ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου, §5.52πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν §5.53νικῶντʼ ἀρετάν, προθύροισιν δʼ Αἰακοῦ §5.54ἀνθέων ποι άε ντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.
If you come to sing of Themistius, shiver no longer; give your voice, and stretch the sails to the yardarm of the mast, and proclaim him as boxer and as victor in pankration, having won double virtue at Epidaurus, and to the portal of Aeacus bring grassy wreaths of flowers together with the golden Graces.