§3.1ΑΙΣΧΙΝΗΣ ΤΗΙ ΒΟΥΛΗΙ KAΙ ΤΩΙ ΔΗΜΩΙ.
Οἱ μὲν ἄλλοι πάντες, ὅσοι φεύγουσιν ἀδίκως, ἢ δέονται τῶν πολιτῶν, ὅπως ἐπανέλθωσιν, ἢ διαμαρτόντες τούτου λοιδοροῦσι τὰς ἑαυτῶν πατρίδας, ὡς φαύλως αὐτοῖς προσφερομένας· ἐγὼ δὲ ἐπείπερ ἅπαξ ἀναξίως ὡν ἐπολιτευσάμην ήτύχησα, καὶ κατηγορῶν ἄλλων αὐτὸς ἑάλων, ἄχθομαι μέν, ὥσπερ εἰκός ἐστιν, ἀγανακτῶ δὲ οὐδέν.
Aeschines to the Senate and the People. All other men, who are unjustly exiled, either beg the citizens that they may return, or, having failed in this, revile their own homelands as treating them badly; but I, since I have once suffered misfortune unworthy of my political life, and while accusing others was myself convicted, am indeed grieved, as is natural, but I am not at all indignant.
§3.2οὐ γὰρ οὕτως ἔγωγε ήλίθιός εἶμι, ὥστε, ἐξ ἧς πόλεως Θεμιστοκλῆς ὁ τὴν Ἐλλάδα ἐλευθερώσας ἐξηλάθη, καὶ ὅπου Μιλτιάδης, ὅτι μικρὸν ῶφειλε τῷ δημοσίῳ, γέρων ὢν ἐν τῷ δεσμωτηρίῳ ἀπέθανε, ταύτῃ τῇ πόλει Αἰσχίνην τὸν Ἀτρομήτου φεύγοντα ἀγανακτεῖν οἴεσθαι δεῖν, εἴ τι τῶν εἰωθότων Ἀθήνησιν ἔπαθεν.
For I am not so foolish as to think that, with regard to this very city from which Themistocles who liberated Greece was driven out, and where Miltiades, because he owed a small sum to the public treasury, died in prison in his old age, Aeschines the son of Atrometus, being in exile, ought to be indignant if he has suffered any of the things customary in Athens.
§3.3ἀλλʼ ἔγωγε καὶ λαμπρὸν εἰκότως μοι νομίσαιμιʼ ἂν αὐτὸ γενέσθαι, τὸ μετʼ ἐκείνων ἐν ἀδοξίᾳ παρὰ τοῖς ἔπειτα ἀνθρώποις καὶ ἄξιος τοῦ ὄμοια παθεῖν ἐκείνοις γεγονέναι.
Rather, I would reasonably deem it a glorious thing for me, to be in dishonor along with them in the eyes of future generations, and to have been found worthy of suffering things similar to them.