§9.98.1οἱ δὲ Ἕλληνες ὡς ἐπύθοντο οἰχωκότας τοὺς βαρβάρους ἐς τὴν ἤπειρον, ἤχθοντο ὡς ἐκπεφευγότων ἀπορίῃ τε εἴχοντο ὅ τι ποιέωσι, εἴτε ἀπαλλάσσωνται ὀπίσω εἴτε καταπλέωσι ἐπʼ Ἑλλησπόντου.
When the Greeks learned that the barbarians had departed for the mainland, they were vexed that they had escaped, and were at a loss as to what they should do, whether they should withdraw back or sail to the Hellespont.
τέλος δὲ ἔδοξε τούτων μὲν μηδέτερα ποιέειν, ἐπιπλέειν δὲ ἐπὶ τὴν ἤπειρον.
In the end, they resolved to do neither of these, but to sail to the mainland.
§9.98.2παρασκευασάμενοι ὦν ἐς ναυμαχίην καὶ ἀποβάθρας καὶ ἄλλα ὅσων ἔδεε, ἔπλεον ἐπὶ τῆς Μυκάλης.
Having prepared, therefore, for a sea-fight, and having ready landing-planks and all other things that were needed, they sailed to Mycale.
ἐπεὶ δὲ ἀγχοῦ τε ἐγίνοντο τοῦ στρατοπέδου καὶ οὐδεὶς ἐφαίνετό σφι ἐπαναγόμενος, ἀλλʼ ὥρων νέας ἀνελκυσμένας ἔσω τοῦ τείχεος, πολλὸν δὲ πεζὸν παρακεκριμένον παρὰ τὸν αἰγιαλόν, ἐνθαῦτα πρῶτον μὲν ἐν τῇ νηὶ παραπλέων, ἐγχρίμψας τῷ αἰγιαλῷ τὰ μάλιστα, Λευτυχίδης ὑπὸ κήρυκος προηγόρευε τοῖσι Ἴωσι λέγων §9.98.3ἄνδρες Ἴωνες, οἳ ὑμέων τυγχάνουσι ἐπακούοντες, μάθετε τὰ λέγω· πάντως γὰρ οὐδὲν συνήσουσι Πέρσαι τῶν ἐγὼ ὑμῖν ἐντέλλομαι.
When they came near the camp and no one was seen putting out to meet them, but they saw the ships drawn up inside the wall, and a large body of infantry drawn up along the beach, then Leotychides, first of all, sailing along in his ship and keeping as close as possible to the beach, made a proclamation by a herald to the Ionians, saying: "Men of Ionia, those of you who happen to be within hearing, mark what I say; for the Persians will by no means understand anything of what I charge you.
ἐπεὰν συμμίσγωμεν, μεμνῆσθαι τινὰ χρὴ ἐλευθερίης μὲν πάντων πρῶτον, μετὰ δὲ τοῦ συνθήματος Ἥβης.
When we join battle, everyone must remember freedom first of all, and next the watchword 'Hebe'.
καὶ τάδε ἴστω καὶ ὁ μὴ ἀκούσας ὑμέων πρὸς τοῦ ἀκούσαντος. §9.98.4ὡυτὸς δὲ οὗτος ἐὼν τυγχάνει νόος τοῦ πρήγματος καὶ ὁ Θεμιστοκλέος ὁ ἐπʼ Ἀρτεμισίῳ· ἢ γὰρ δὴ λαθόντα τὰ ῥήματα τοὺς βαρβάρους ἔμελλε τοὺς Ἴωνας πείσειν, ἢ ἔπειτα ἀνενειχθέντα ἐς τοὺς βαρβάρους ποιήσειν ἀπίστους τοῖσι Ἕλλησι.
And let him among you who has not heard this learn it from him who has heard." This design of his was the very same as that of Themistocles at Artemisium; for either these words, being concealed from the barbarians, were likely to persuade the Ionians, or, if they were afterwards reported to the barbarians, they would make them distrustful of the Greeks.