§9.97.1ταῦτα βουλευσάμενοι ἀνήγοντο.
Having made this resolution, they put out to sea.
ἀπικόμενοι δὲ παρὰ τὸ τῶν Ποτνιέων ἱρὸν τῆς Μυκάλης ἐς Γαίσωνά τε καὶ Σκολοπόεντα, τῇ Δήμητρος Ἐλευσινίης ἱρόν, τὸ Φίλιστος ὁ Πασικλέος ἱδρύσατο Νείλεῳ τῷ Κόδρου ἐπισπόμενος ἐπὶ Μιλήτου κτιστύν, ἐνθαῦτα τὰς τε νέας ἀνείρυσαν καὶ περιεβάλοντο ἕρκος καὶ λίθων καὶ ξύλων, δένδρεα ἐκκόψαντες ἥμερα, καὶ σκόλοπας περὶ τὸ ἕρκος κατέπηξαν, καὶ παρεσκευάδατο ὡς πολιορκησόμενοι καὶ ὡς νικήσοντες, ἐπʼ ἀμφότερα ἐπιλεγόμενοι γὰρ παρεσκευάζοντο,
When they arrived near the temple of the Potniae at Mycale, at the river Gaeson and Scolopoïs, where there is a temple of Eleusinian Demeter—which was founded by Philistus son of Pasicles when he accompanied Neileus son of Codrus for the founding of Miletus—there they drew up their ships and threw a rampart of stones and wood around them, cutting down fruit trees, and drove sharp stakes into the ground around the rampart. They had prepared themselves as men who might be besieged and also as men who would win, for they made their preparations taking both outcomes into account.