§9.7A.1ἔπεμψαν ἡμέας Ἀθηναῖοι λέγοντες ὅτι ἡμῖν βασιλεὺς ὁ Μήδων τοῦτο μὲν τὴν χώρην ἀποδιδοῖ, τοῦτο δὲ συμμάχους ἐθέλει ἐπʼ ἴσῃ τε καὶ ὁμοίῃ ποιήσασθαι ἄνευ τε δόλου καὶ ἀπάτης, ἐθέλει δὲ καὶ ἄλλην χώρην πρὸς τῇ ἡμετέρῃ διδόναι, τὴν ἂν αὐτοὶ ἑλώμεθα.
The Athenians sent us to say that the king of the Medes is willing, on the one hand, to give back our territory, and on the other hand, wants to make us his allies on fair and equal terms, without guile or deceit, and is also willing to give us, in addition to our own, any other territory that we ourselves may choose.
§9.7A.2ἡμεῖς δὲ Δία τε Ἑλλήνιον αἰδεσθέντες καὶ τὴν Ἑλλάδα δεινὸν ποιεύμενοι προδοῦναι οὐ καταινέσαμεν ἀλλʼ ἀπειπάμεθα, καίπερ ἀδικεόμενοι ὑπʼ Ἑλλήνων καὶ καταπροδιδόμενοι, ἐπιστάμενοί τε ὅτι κερδαλεώτερον ἐστὶ ὁμολογέειν τῷ Πέρσῃ μᾶλλον ἤ περ πολεμέειν·
But we, out of reverence for Zeus of the Greeks and thinking it a shameful thing to betray Greece, did not consent but refused, although we are being wronged and utterly betrayed by the Greeks, and although we well know that it is more profitable to come to terms with the Persian than to wage war.
οὐ μὲν οὐδὲ ὁμολογήσομεν ἑκόντες εἶναι.
Nevertheless, we will not make any agreement, at least not of our own free will.
καὶ τὸ μὲν ἀπʼ ἡμέων οὕτω ἀκίβδηλον νέμεται ἐπὶ τοὺς Ἕλληνας·
Thus, on our part, our loyalty toward the Greeks is maintained without any deceit.