§9.69.1οἳ μὲν δὴ νικῶντες εἵποντο τοὺς Ξέρξεω διώκοντές τε καὶ φονεύοντες.
Those who were winning indeed followed, pursuing and slaying the men of Xerxes.
ἐν δὲ τούτῳ τῷ γινομένῳ φόβῳ ἀγγέλλεται τοῖσι ἄλλοισι Ἕλλησι τοῖσι τεταγμένοισι περὶ τὸ Ἥραιον καὶ ἀπογενομένοισι τῆς μάχης, ὅτι μάχη τε γέγονε καὶ νικῷεν οἱ μετὰ Παυσανίεω·
In the midst of this rout which was taking place, a message was brought to the other Greeks who were stationed near the Heraion and had taken no part in the battle, that a battle had been fought and those with Pausanias were victorious.
οἳ δὲ ἀκούσαντες ταῦτα, οὐδένα κόσμον ταχθέντες, οἱ μὲν ἀμφὶ Κορινθίους ἐτράποντο διὰ τῆς ὑπωρέης καὶ τῶν κολωνῶν τὴν φέρουσαν ἄνω ἰθὺ τοῦ ἱροῦ τῆς Δήμητρος, οἱ δὲ ἀμφὶ Μεγαρέας τε καὶ Φλειασίους διὰ τοῦ πεδίου τὴν λειοτάτην τῶν ὁδῶν.
Having heard this, without preserving any order in their ranks, the party of the Corinthians turned along the foot of the mountain and the hills, taking the road which led upwards straight to the temple of Demeter, while the party of the Megarians and Phliasians went through the plain by the flattest of the roads.
§9.69.2ἐπείτε δὲ ἀγχοῦ τῶν πολεμίων ἐγίνοντο οἱ Μεγαρέες καὶ Φλειάσιοι, ἀπιδόντες σφέας οἱ τῶν Θηβαίων ἱππόται ἐπειγομένους οὐδένα κόσμον ἤλαυνον ἐπʼ αὐτοὺς τοὺς ἵππους, τῶν ἱππάρχεε Ἀσωπόδωρος ὁ Τιμάνδρου, ἐσπεσόντες δὲ κατεστόρεσαν αὐτῶν ἑξακοσίους, τοὺς δὲ λοιποὺς κατήραξαν διώκοντες ἐς τὸν Κιθαιρῶνα.
But when the Megarians and Phliasians came near the enemy, the Theban cavalry, seeing them hurrying on in no order, rode their horses straight at them; of these cavalry Asopodoros son of Timandros was commander. Falling upon them, they laid low six hundred of them, and pursuing the rest, they drove them headlong to Cithaeron.