§9.43.1τοῦτον δʼ ἔγωγε τὸν χρησμόν, τὸν Μαρδόνιος εἶπε ἐς Πέρσας ἔχειν, ἐς Ἰλλυριούς τε καὶ τὸν Ἐγχελέων στρατὸν οἶδα πεποιημένον, ἀλλʼ οὐκ ἐς Πέρσας.
But this oracle, which Mardonius said referred to the Persians, I know was made concerning the Illyrians and the army of the Enchelees, and not concerning the Persians.
ἀλλὰ τὰ μὲν Βάκιδι ἐς ταύτην τὴν μάχην ἐστὶ πεποιημένα, §9.43.2"
τὴν δʼ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ
Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν,
τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε
τοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ,
"
ταῦτα μὲν καὶ παραπλήσια τούτοισι ἄλλα Μουσαίῳ ἔχοντα οἶδα ἐς Πέρσας.
However, the oracle made by Bacis with reference to this battle is as follows: "And the gathering of the Greeks at the Thermodon and grassy Asopus and the barbarian cry, where many of the bow-bearing Medes shall fall, beyond fate and death, when the destined day shall come." I know that these and other similar oracles of Musaeus refer to the Persians.
ὁ δὲ Θερμώδων ποταμὸς ῥέει μεταξὺ Τανάγρης τε καὶ Γλίσαντος.
Now the river Thermodon flows between Tanagra and Glisas.