§9.17.1Μαρδονίου δὲ ἐν τῇ Βοιωτίῃ στρατοπεδευομένου οἱ μὲν ἄλλοι παρείχοντο ἅπαντες στρατιὴν καὶ συνεσέβαλον ἐς Ἀθήνας, ὅσοι περ ἐμήδιζον Ἑλλήνων τῶν ταύτῃ οἰκημένων, μοῦνοι δὲ Φωκέες οὐ συνεσέβαλον (ἐμήδιζον γὰρ δὴ σφόδρα καὶ οὗτοι) οὐκ ἑκόντες ἀλλʼ ὑπʼ ἀναγκαίης.
While Mardonius was encamped in Boeotia, all the other Greeks who dwelt in those parts and favored the Persians provided troops and joined in the invasion of Athens; only the Phocians did not join in the invasion (for they too indeed strongly favored the Persians, yet not willingly but by necessity).
§9.17.2ἡμέρῃσι δὲ οὐ πολλῇσι μετὰ τὴν ἄπιξιν τὴν ἐς Θήβας ὕστερον ἦλθον αὐτῶν ὁπλῖται χίλιοι, ἦγε δὲ αὐτοὺς Ἁρμοκύδης ἀνὴρ τῶν ἀστῶν δοκιμώτατος.
And not many days after the arrival at Thebes, there came later a thousand of their hoplites, and Harmocydes, a man of the greatest distinction among the citizens, was leading them.
ἐπεὶ δὲ ἀπίκατο καὶ οὗτοι ἐς Θήβας, πέμψας ὁ Μαρδόνιος ἱππέας ἐκέλευσε σφέας ἐπʼ ἑωυτῶν ἐν τῷ πεδίῳ ἵζεσθαι.
When these too had arrived at Thebes, Mardonius sent horsemen and ordered them to station themselves by themselves on the plain.
§9.17.3ἐπεὶ δὲ ἐποίησαν ταῦτα, αὐτίκα παρῆν ἵππος ἡ ἅπασα.
When they had done this, immediately the entire cavalry was present.
μετὰ δὲ ταῦτα διεξῆλθε μὲν διὰ τοῦ στρατοπέδου τοῦ Ἑλληνικοῦ τοῦ μετὰ Μήδων ἐόντος φήμη ὡς κατακοντιεῖ σφεας, διεξῆλθε δὲ διʼ αὐτῶν Φωκέων τὠυτὸ τοῦτο.
After this, a rumor went through the Greek camp that was with the Medes that the cavalry would shoot them down with javelins, and this same rumor went through the Phocians themselves.
§9.17.4ἔνθα δή σφι ὁ στρατηγὸς Ἁρμοκύδης παραίνεε λέγων τοιάδε. ὦ Φωκέες, πρόδηλα γὰρ ὅτι ἡμέας οὗτοι οἱ ἄνθρωποι μέλλουσι προόπτῳ θανάτῳ δώσειν, διαβεβλημένους ὑπὸ Θεσσαλῶν, ὡς ἐγὼ εἰκάζω·
Then indeed their general Harmocydes encouraged them, saying these words: "O Phocians, for it is clear that these men are going to give us over to an open death, we having been slandered by the Thessalians, as I conjecture.
νῦν ἄνδρα πάντα τινὰ ὑμέων χρεόν ἐστι γενέσθαι ἀγαθόν· κρέσσον γὰρ ποιεῦντάς τι καὶ ἀμυνομένους τελευτῆσαι τὸν αἰῶνα ἤ περ παρέχοντας διαφθαρῆναι αἰσχίστῳ μόρῳ.
Now it is necessary for every single man of you to prove himself brave; for it is better to end our life doing something and defending ourselves, than to be destroyed by the most shameful death, offering ourselves up passively.
ἀλλὰ μαθέτω τις αὐτῶν ὅτι ἐόντες βάρβαροι ἐπʼ Ἕλλησι ἀνδράσι φόνον ἔρραψαν.
Rather, let some one of them learn that, being barbarians, they plotted slaughter against Greek men."