§8.75.1ἐνθαῦτα Θεμιστοκλέης ὡς ἑσσοῦτο τῇ γνώμῃ ὑπὸ τῶν Πελοποννησίων, λαθὼν ἐξέρχεται ἐκ τοῦ συνεδρίου, ἐξελθὼν δὲ πέμπει ἐς τὸ στρατόπεδον τὸ Μήδων ἄνδρα πλοίῳ ἐντειλάμενος τὰ λέγειν χρεόν, τῷ οὔνομα μὲν ἦν Σίκιννος, οἰκέτης δὲ καὶ παιδαγωγὸς ἦν τῶν Θεμιστοκλέος παίδων· τὸν δὴ ὕστερον τούτων τῶν πρηγμάτων Θεμιστοκλέης Θεσπιέα τε ἐποίησε, ὡς ἐπεδέκοντο οἱ Θεσπιέες πολιήτας, καὶ χρήμασι ὄλβιον.
Thereupon, Themistocles, seeing that he was being outvoted by the Peloponnesians, slipped out of the council in secret. Having gone out, he sent a man in a boat to the camp of the Medes, instructing him on what it was necessary to say. The man's name was Sicinnus, and he was a house-slave and tutor of Themistocles' children; whom, indeed, after these events, Themistocles made a citizen of Thespiae (when the Thespians were admitting citizens) and made wealthy with riches.
§8.75.2ὃς τότε πλοίῳ ἀπικόμενος ἔλεγε πρὸς τοὺς στρατηγοὺς τῶν βαρβάρων τάδε. ἔπεμψέ με στρατηγὸς ὁ Ἀθηναίων λάθρῃ τῶν ἄλλων Ἑλλήνων ʽτυγχάνει γὰρ φρονέων τὰ βασιλέος καὶ βουλόμενος μᾶλλον τὰ ὑμέτερα κατύπερθε γίνεσθαι ἢ τὰ τῶν Ἑλλήνων πρήγματἀ φράσοντα ὅτι οἱ Ἕλληνες δρησμὸν βουλεύονται καταρρωδηκότες, καὶ νῦν παρέχει κάλλιστον ὑμέας ἔργων ἁπάντων ἐξεργάσασθαι, ἢν μὴ περιίδητε διαδράντας αὐτούς.
He, arriving then in the boat, spoke these words to the generals of the barbarians: "The Athenian general has sent me, without the knowledge of the other Greeks (for he happens to side with the King and wishes your cause to prevail rather than that of the Greeks), to tell you that the Greeks are in terror and are planning flight, and that now is the finest opportunity of all for you to achieve a supreme success, if you do not allow them to slip away.
§8.75.3οὔτε γὰρ ἀλλήλοισι ὁμοφρονέουσι οὔτε ἀντιστήσονται ὑμῖν, πρὸς ἑωυτούς τε σφέας ὄψεσθε ναυμαχέοντας τοὺς τὰ ὑμέτερα φρονέοντας καὶ τοὺς μή.
For they are neither of one mind with one another, nor will they withstand you; indeed, you will see them fighting a sea-battle among themselves—those who side with you against those who do not."