§8.70.1ἐπεὶ δὲ παρήγγελλον ἀναπλέειν, ἀνῆγον τὰς νέας ἐπὶ τὴν Σαλαμῖνα καὶ παρεκρίθησαν διαταχθέντες κατʼ ἡσυχίην.
When the order was given to set sail, they launched their ships toward Salamis and lined up, drawn up in order quietly.
τότε μέν νυν οὐκ ἐξέχρησέ σφι ἡ ἡμέρη ναυμαχίην ποιήσασθαι· νὺξ γὰρ ἐπεγένετο· οἳ δὲ παρεσκευάζοντο ἐς τὴν ὑστεραίην.
At that time, indeed, the day was not sufficient for them to engage in a sea-battle, for night came on; so they made preparations for the following day.
§8.70.2τοὺς δὲ Ἕλληνας εἶχε δέος τε καὶ ἀρρωδίη, οὐκ ἥκιστα δὲ τοὺς ἀπὸ Πελοποννήσου· ἀρρώδεον δὲ ὅτι αὐτοὶ μὲν ἐν Σαλαμῖνι κατήμενοι ὑπὲρ γῆς τῆς Ἀθηναίων ναυμαχέειν μέλλοιεν, νικηθέντες τε ἐν νήσῳ ἀπολαμφθέντες πολιορκήσονται, ἀπέντες τὴν ἑωυτῶν ἀφύλακτον·
But fear and dread held the Greeks, and not least those from the Peloponnese; they were afraid because they themselves, while staying in Salamis, were about to fight for the land of the Athenians, and if defeated, they would be cut off and besieged on an island, leaving their own land unguarded.
τῶν δὲ βαρβάρων ὁ πεζὸς ὑπὸ τὴν παρεοῦσαν νύκτα ἐπορεύετο ἐπὶ τὴν Πελοπόννησον.
Meanwhile, the infantry of the barbarians was marching toward the Peloponnese during that very night.