§8.7.1πρὸς ταῦτα ὦν τάδε ἐμηχανῶντο· τῶν νεῶν ἁπασέων ἀποκρίναντες διηκοσίας περιέπεμπον ἔξωθεν Σκιάθου, ὡς ἂν μὴ ὀφθείησαν ὑπὸ τῶν πολεμίων περιπλέουσαι Εὔβοιαν κατά τε Καφηρέα καὶ περὶ Γεραιστὸν ἐς τὸν Εὔριπον, ἵνα δὴ περιλάβοιεν οἳ μὲν ταύτῃ ἀπικόμενοι καὶ φράξαντες αὐτῶν τὴν ὀπίσω φέρουσαν ὁδόν, σφεῖς δὲ ἐπισπόμενοι ἐξ ἐναντίης.
Therefore they devised the following plan: selecting two hundred ships from the whole fleet, they sent them around outside Skiathos, so that they might not be seen by the enemy as they sailed around Euboea by way of Caphereus and around Geraestus into the Euripus, in order that they might hem them in, the one party arriving by this route and blocking their retreat leading backward, and themselves following up from the opposite direction.
§8.7.2ταῦτα βουλευσάμενοι ἀπέπεμπον τῶν νεῶν τὰς ταχθείσας, αὐτοὶ οὐκ ἐν νόῳ ἔχοντες ταύτης τῆς ἡμέρης τοῖσι Ἕλλησι ἐπιθήσεσθαι, οὐδὲ πρότερον ἢ τὸ σύνθημά σφι ἔμελλε φανήσεσθαι παρὰ τῶν περιπλεόντων ὡς ἡκόντων.
Having resolved on this, they sent off the designated ships, themselves having no intention of attacking the Greeks on that day, nor indeed before the signal was to appear to them from those sailing around that they had arrived.
ταύτας μὲν δὴ περιέπεμπον, τῶν δὲ λοιπέων νεῶν ἐν τῇσι Ἀφέτῃσι ἐποιεῦντο ἀριθμόν.
These ships indeed they sent off, and of the remaining ships they made a muster in Aphetae.