§8.59.1ὡς δὲ ἄρα συνελέχθησαν, πρὶν ἢ τὸν Εὐρυβιάδην προθεῖναι τὸν λόγον τῶν εἵνεκα συνήγαγε τοὺς στρατηγούς, πολλὸς ἦν ὁ Θεμιστοκλέης ἐν τοῖσι λόγοισι οἷα κάρτα δεόμενος·
When they had assembled, before Eurybiades could put forward the subject for the sake of which he had gathered the generals, Themistocles was full of words, as one who was in great need.
λέγοντος δὲ αὐτοῦ, ὁ Κορίνθιος στρατηγὸς Ἀδείμαντος ὁ Ὠκύτου εἶπε
ὦ Θεμιστόκλεες, ἐν τοῖσι ἀγῶσι οἱ προεξανιστάμενοι ῥαπίζονται. ὁ δὲ ἀπολυόμενος ἔφη
οἱ δέ γε ἐγκαταλειπόμενοι οὐ στεφανοῦνται.
While he was speaking, the Corinthian general Adeimantus, the son of Ocytus, said: "O Themistocles, in the games, those who start before the signal are whipped." And he, defending himself, said: "But those who are left behind are not crowned."