§8.57.1ἐνθαῦτα δὴ Θεμιστοκλέα ἀπικόμενον ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος ὅ τι σφι εἴη βεβουλευμένον.
Thereupon, when Themistocles came to his ship, Mnesiphilus, an Athenian, asked him what had been resolved among them.
πυθόμενος δὲ πρὸς αὐτοῦ ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν, εἶπε §8.57.2οὔτʼ ἄρα, ἤν ἀπαείρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, περὶ οὐδεμιῆς ἔτι πατρίδος ναυμαχήσεις· κατὰ γὰρ πόλις ἕκαστοι τρέψονται, καὶ οὔτε σφέας Εὐρυβιάδης κατέχειν δυνήσεται οὔτε τις ἀνθρώπων ἄλλος ὥστε μὴ οὐ διασκεδασθῆναι τὴν στρατιήν·
And having learned from him that it was decided to withdraw the ships to the Isthmus and to fight a sea battle before the Peloponnese, Mnesiphilus said: "Then, indeed, if they launch the ships from Salamis, you will no longer be fighting for any homeland; for each will turn back to his own city, and neither Eurybiades nor any other man will be able to hold them back so as to prevent the army from being scattered.
ἀπολέεταί τε ἡ Ἑλλὰς ἀβουλίῃσι.
And Greece will perish through lack of counsel.
ἀλλʼ εἴ τις ἐστὶ μηχανή, ἴθι καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδην μεταβουλεύσασθαι ὥστε αὐτοῦ μένειν.
But if there is any means, go and try to undo what has been resolved, if by any chance you can persuade Eurybiades to change his mind so as to remain here."