§8.135.1τότε δὲ θῶμά μοι μέγιστον γενέσθαι λέγεται ὑπὸ Θηβαίων· ἐλθεῖν ἄρα τὸν Εὐρωπέα Μῦν, περιστρωφώμενον πάντα τὰ χρηστήρια, καὶ ἐς τοῦ Πτῴου Ἀπόλλωνος τὸ τέμενος.
At that time, a very great wonder is said by the Thebans to have occurred: namely, that Mys of Europos, who was visiting all the oracle-places, arrived also at the sanctuary of Ptöan Apollo.
τοῦτο δὲ τὸ ἱρὸν καλέεται μὲν Πτῷον, ἔστι δὲ Θηβαίων, κεῖται δὲ ὑπὲρ τῆς Κωπαΐδος λίμνης πρὸς ὄρεϊ ἀγχοτάτω Ἀκραιφίης πόλιος.
This temple is called Ptöon, but it belongs to the Thebans and lies above Lake Copais, near the mountain closest to the city of Acraephia.
§8.135.2ἐς τοῦτο τὸ ἱρὸν ἐπείτε παρελθεῖν τὸν καλεόμενον τοῦτον Μῦν, ἕπεσθαι δέ οἱ τῶν ἀστῶν αἱρετοὺς ἄνδρας τρεῖς ἀπὸ τοῦ κοινοῦ ὡς ἀπογραψομένους τὰ θεσπιέειν ἔμελλε, καὶ πρόκατε τὸν πρόμαντιν βαρβάρῳ γλώσσῃ χρᾶν.
When this man called Mys entered into this temple, and three citizens chosen from the public by the Thebans followed him to write down what should be prophesied, then suddenly the prophet began to deliver the oracle in a barbarian tongue.
§8.135.3καὶ τοὺς μὲν ἑπομένους τῶν Θηβαίων ἐν θώματι ἔχεσθαι ἀκούοντας βαρβάρου γλώσσης ἀντὶ Ἑλλάδος, οὐδὲ ἔχειν ὅ τι χρήσωνται τῷ παρεόντι πρήγματι· τὸν δὲ Εὐρωπέα Μῦν ἐξαρπάσαντα παρʼ αὐτῶν τὴν ἐφέροντο δέλτον, τὰ λεγόμενα ὑπὸ τοῦ προφήτεω γράφειν ἐς αὐτήν, φάναι δὲ Καρίῃ μιν γλώσσῃ χρᾶν, συγγραψάμενον δὲ οἴχεσθαι ἀπιόντα ἐς Θεσσαλίην.
And the Thebans who followed him were seized with wonder at hearing a barbarian tongue instead of Greek, and did not know how to deal with the present situation; but Mys of Europos, snatching from them the tablet they were carrying, wrote on it the words spoken by the prophet, declaring that he was speaking in the Carian language, and having written it down, he departed for Thessaly.