§8.134.1οὗτος ὁ Μῦς ἔς τε Λεβάδειαν φαίνεται ἀπικόμενος καὶ μισθῷ πείσας τῶν ἐπιχωρίων ἄνδρα καταβῆναι παρὰ Τροφώνιον, καὶ ἐς Ἄβας τὰς Φωκέων ἀπικόμενος ἐπὶ τὸ χρηστήριον·
This Mys is known to have arrived at Lebadeia and, having persuaded one of the local people with a bribe, to have had him go down to Trophonius, and also to have arrived at Abae of the Phocians to consult its oracle.
καὶ δὴ καὶ ἐς Θήβας πρῶτα ὡς ἀπίκετο, τοῦτο μὲν τῷ Ἰσμηνίῳ Ἀπόλλωνι ἐχρήσατο· ἔστι δὲ κατά περ ἐν Ὀλυμπίῃ ἱροῖσι αὐτόθι χρηστηριάζεσθαι· τοῦτο δὲ ξεῖνον τινὰ καὶ οὐ Θηβαῖον χρήμασι πείσας κατεκοίμησε ἐς Ἀμφιάρεω.
Moreover, when he first arrived at Thebes, on the one hand, he consulted Ismenian Apollo—where indeed, just as in Olympia, it is the custom to obtain oracles from sacrifices—and on the other hand, having persuaded with money a certain stranger who was not a Theban, he had him sleep in the temple of Amphiaraus.
§8.134.2Θηβαίων δὲ οὐδενὶ ἔξεστι μαντεύεσθαι αὐτόθι διὰ τόδε· ἐκέλευσε σφέας ὁ Ἀμφιάρεως διὰ χρηστηρίων ποιεύμενος ὁκότερα βούλονται ἑλέσθαι τούτων, ἑωυτῷ ἢ ἅτε μάντι χρᾶσθαι ἢ ἅτε συμμάχῳ, τοῦ ἑτέρου ἀπεχομένους· οἳ δὲ σύμμαχόν μιν εἵλοντο εἶναι.
Now, it is not permitted for any of the Thebans to seek oracles there, because of the following reason: Amphiaraus, making his will known through oracles, bade them choose whichever of these two they wished, either to use him as a prophet or as an ally, abstaining from the other; and they chose that he should be their ally.
διὰ τοῦτο μὲν οὐκ ἔξεστι Θηβαίων οὐδενὶ αὐτόθι ἐγκατακοιμηθῆναι.
For this reason, then, it is not permitted for any of the Thebans to sleep in that temple.