§7.95.1νησιῶται δὲ ἑπτακαίδεκα παρείχοντο νέας, ὡπλισμένοι ὡς Ἕλληνες, καὶ τοῦτο Πελασγικὸν ἔθνος, ὕστερον δὲ Ἰωνικὸν ἐκλήθη κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ δυωδεκαπόλιες Ἴωνες οἱ ἀπʼ Ἀθηνέων.
The islanders provided seventeen ships, armed like the Greeks; and this people too was Pelasgian, but was later called Ionian for the same reason as the Ionians of the twelve cities who came from Athens.
Αἰολέες δὲ ἑξήκοντα νέας παρείχοντο, ἐσκευασμένοι τε ὡς Ἕλληνες καὶ τὸ πάλαι καλεόμενοι Πελασγοί, ὡς Ἑλλήνων λόγος.
The Aeolians provided sixty ships, equipped like the Greeks and called of old Pelasgians, according to the account of the Greeks.
§7.95.2Ἑλλησπόντιοι δὲ πλὴν Ἀβυδηνῶν (Ἀβυδηνοῖσι γὰρ προσετέτακτο ἐκ βασιλέος κατὰ χώρην μένουσι φύλακας εἶναι τῶν γεφυρέων) οἱ δὲ λοιποὶ οἱ ἐκ τοῦ Πόντου στρατευόμενοι παρείχοντο μὲν ἑκατὸν νέας, ἐσκευασμένοι δὲ ἦσαν ὡς Ἕλληνες.
The Hellespontians, except for the Abydenes (for the Abydenes had been ordered by the king to remain in their own country and be guardians of the bridges)—the rest, that is, who served from the Pontus, provided one hundred ships, and were equipped like the Greeks.
οὗτοι δὲ Ἰώνων καὶ Δωριέων ἄποικοι.
These were colonists of the Ionians and Dorians.