§7.94.1Ἴωνες δὲ ἑκατὸν νέας παρείχοντο ἐσκευασμένοι ὡς Ἕλληνες.
The Ionians provided one hundred ships, equipped like the Greeks.
Ἴωνες δὲ ὅσον μὲν χρόνον ἐν Πελοποννήσῳ οἴκεον τὴν νῦν καλεομένην Ἀχαιίην, καὶ πρὶν ἢ Δαναόν τε καὶ Ξοῦθον ἀπικέσθαι ἐς Πελοπόννησον, ὡς Ἕλληνες λέγουσι, ἐκαλέοντο Πελασγοὶ Αἰγιαλέες, ἐπὶ δὲ Ἴωνος τοῦ Ξούθου Ἴωνες.
As long as the Ionians lived in the Peloponnese, in the land now called Achaea, and before Danaus and Xuthus arrived in the Peloponnese, as the Greeks say, they were called Pelasgian Aegialees, but they were named Ionians after Ion the son of Xuthus.