§7.85.1εἰσὶ δὲ τινὲς νομάδες ἄνθρωποι Σαγάρτιοι καλεόμενοι, ἔθνος μὲν Περσικὸν καὶ φωνῇ, σκευὴν δὲ μεταξὺ ἔχουσι πεποιημένην τῆς τε Περσικῆς καὶ τῆς Πακτυϊκῆς· οἳ παρείχοντο μὲν ἵππον ὀκτακισχιλίην, ὅπλα δὲ οὐ νομίζουσι ἔχειν οὔτε χάλκεα οὔτε σιδήρεα ἔξω ἐγχειριδίων, χρέωνται δὲ σειρῇσι πεπλεγμένῃσι ἐξ ἱμάντων·
There are certain nomadic people called Sagartians, who are a Persian nation also in language, but have equipment made midway between that of the Persians and that of the Pactyans; these provided eight thousand horse, but they are not accustomed to have weapons of either bronze or iron, except daggers, and they use lassos woven from leather thongs.
§7.85.2ταύτῃσι πίσυνοι ἔρχονται ἐς πόλεμον.
Trusting in these, they go into battle.
ἡ δὲ μάχη τούτων τῶν ἀνδρῶν ἥδε· ἐπεὰν συμμίσγωσι τοῖσι πολεμίοισι, βάλλουσι τὰς σειρὰς ἐπʼ ἄκρῳ βρόχους ἐχούσας· ὅτευ δʼ ἂν τύχῃ, ἤν τε ἵππου ἤν τε ἀνθρώπου, ἐπʼ ἑωυτὸν ἕλκει· οἳ δὲ ἐν ἕρκεσι ἐμπαλασσόμενοι διαφθείρονται.
And the manner of fighting of these men is this: when they engage with the enemy, they cast the lassos, which have nooses at the end; and whatever it hits, whether horse or man, they drag to themselves; and those who are entangled in the snares are destroyed.