§7.207.1οὗτοι μὲν δὴ οὕτω διενένωντο ποιήσειν·
These men indeed had intended to act in this way.
οἱ δὲ ἐν Θερμοπύλῃσι Ἕλληνες, ἐπειδὴ πέλας ἐγένετο τῆς ἐσβολῆς ὁ Πέρσης, καταρρωδέοντες ἐβουλεύοντο περὶ ἀπαλλαγῆς.
But the Greeks at Thermopylae, when the Persian drew near to the pass, became terrified and began to deliberate about retreat.
τοῖσι μέν νυν ἄλλοισι Πελοποννησίοισι ἐδόκεε ἐλθοῦσι ἐς Πελοπόννησον τὸν Ἰσθμὸν ἔχειν ἐν φυλακῇ· Λεωνίδης δέ, Φωκέων καὶ Λοκρῶν περισπερχεόντων τῇ γνώμῃ ταύτῃ, αὐτοῦ τε μένειν ἐψηφίζετο πέμπειν τε ἀγγέλους ἐς τὰς πόλιας κελεύοντάς σφι ἐπιβοηθέειν, ὡς ἐόντων αὐτῶν ὀλίγων στρατὸν τὸν Μήδων ἀλέξασθαι.
To the other Peloponnesians it seemed best to return to the Peloponnese and hold the Isthmus under guard; but Leonidas, as the Phocians and Locrians were highly indignant at this opinion, voted to remain there and to send messengers to the cities ordering them to bring aid, on the ground that they themselves were too few to ward off the army of the Medes.