§7.196.1ὁ μὲν δὴ ναυτικὸς ὁ τῶν βαρβάρων στρατός, πάρεξ τῶν πεντεκαίδεκα νεῶν τῶν εἶπον Σανδώκεα στρατηγέειν, ἀπίκοντο ἐς Ἀφέτας.
Now the naval force of the barbarians, except for the fifteen ships which I said Sandoces was commanding, arrived at Aphetae.
Ξέρξης δὲ καὶ ὁ πεζὸς πορευθεὶς διὰ Θεσσαλίης καὶ Ἀχαιίης ἐσβεβληκὼς ἦν καὶ δὴ τριταῖος ἐς Μηλιέας, ἐν Θεσσαλίῃ μὲν ἅμιλλαν ποιησάμενος ἵππων τῶν τε ἑωυτοῦ ἀποπειρώμενος καὶ τῆς Θεσσαλίης ἵππου, πυθόμενος ὡς ἀρίστη εἴη τῶν ἐν Ἕλλησι· ἔνθα δὴ αἱ Ἑλληνίδες ἵπποι ἐλείποντο πολλόν.
Meanwhile, Xerxes and the land army, having marched through Thessaly and Achaia, had already entered the territory of the Malians on the third day. In Thessaly he had held a race of horses, to test his own horses against the Thessalian cavalry, having heard that it was the best among the Greeks; there indeed the Greek horses were left far behind.
τῶν μέν νυν ἐν Θεσσαλίῃ ποταμῶν Ὀνόχωνος μοῦνος οὐκ ἀπέχρησε τῇ στρατιῇ τὸ ῥέεθρον πινόμενος· τῶν δὲ ἐν Ἀχαιίῃ ποταμῶν ῥεόντων οὐδὲ ὅστις μέγιστος αὐτῶν ἐστι Ἠπιδανός, οὐδὲ οὗτος ἀντέσχε εἰ μὴ φλαύρως.
Now, of the rivers in Thessaly, only the Onochonus did not suffice for the army when its stream was drunk; and of the rivers flowing in Achaia, not even the one which is the largest of them, the Epidanus, held out, except barely.