§7.190.1ἐν τούτῳ τῷ πόνῳ νέας οἳ ἐλαχίστας λέγουσι διαφθαρῆναι τετρακοσιέων οὐκ ἐλάσσονας, ἄνδρας τε ἀναριθμήτους χρημάτων τε πλῆθος ἄφθονον.
In this disaster, those who estimate the least say that no fewer than four hundred ships were destroyed, along with countless men and an infinite abundance of treasure.
ὥστε Ἀμεινοκλέι τῷ Κρητίνεω ἀνδρὶ Μάγνητι γηοχέοντι περὶ Σηπιάδα μεγάλως ἡ ναυηγίη αὕτη ἐγένετο χρηστή· ὃς πολλὰ μὲν χρύσεα ποτήρια ὑστέρῳ χρόνῳ ἐκβρασσόμενα ἀνείλετο πολλὰ δὲ ἀργύρεα, θησαυρούς τε τῶν Περσέων εὗρε, ἄλλα τε ἄφατα χρήματα περιεβάλετο.
Consequently, this shipwreck turned out to be a source of great profit to Ameinocles, son of Cretines, a Magnesian who owned land around Sepias; for in after times he picked up many gold and silver cups that were washed ashore, found Persian treasures, and acquired other untold wealth.
ἀλλʼ ὃ μὲν τἆλλα οὐκ εὐτυχέων εὑρήμασι μέγα πλούσιος ἐγένετο· ἦν γάρ τις καὶ τοῦτον ἄχαρις συμφορὴ λυπεῦσα παιδοφόνος.
Yet, although he became exceedingly rich through his findings, he was not fortunate in other respects; for a painful calamity, involving the death of his children, grieved him as well.