§7.181.1ἡ δὲ Αἰγιναίη, τῆς ἐτριηράρχεε Ἀσωνίδης, καὶ τινά σφι θόρυβον παρέσχε, Πυθέω τοῦ Ἰσχενόου ἐπιβατεύοντος, ἀνδρὸς ἀρίστου γενομένου ταύτην τὴν ἡμέρην·
On the other hand, the Aeginetan ship, which Asonides commanded, caused them some confusion, as Pytheas, the son of Ischenoos, was serving as a marine on board, a man who proved himself the bravest on that day.
ὃς ἐπειδὴ ἡ νηῦς ἡλίσκετο ἐς τοῦτο ἀντεῖχε μαχόμενος ἐς ὃ κατεκρεουργήθη ἅπας.
When the ship was being captured, he held out fighting until he was entirely hacked to pieces.
§7.181.2ὡς δὲ πεσὼν οὐκ ἀπέθανε ἀλλʼ ἦν ἔμπνοος, οἱ Πέρσαι, οἵ περ ἐπεβάτευον ἐπὶ τῶν νεῶν, διʼ ἀρετὴν τὴν ἐκείνου περιποιῆσαί μιν περὶ πλείστου ἐποιήσαντο, σμύρνῃσί τε ἰώμενοι τὰ ἕλκεα καὶ σινδόνος βυσσίνης τελαμῶσι κατειλίσσοντες· §7.181.3καί μιν, ὡς ὀπίσω ἀπίκοντο ἐς τὸ ἑωυτῶν στρατόπεδον, ἐπεδείκνυσαν ἐκπαγλεόμενοι πάσῃ τῇ στρατιῇ περιέποντες εὖ.
When he fell but did not die, still having breath in him, the Persians who were serving as marines on the ships, because of his valor, made it of the utmost importance to keep him alive, treating his wounds with myrrh and wrapping them with bandages of fine linen; and when they returned to their own camp, they displayed him to the whole army, admiring him and treating him well.
τοὺς δὲ ἄλλους τοὺς ἔλαβον ἐν τῇ νηὶ ταύτῃ περιεῖπον ὡς ἀνδράποδα.
But the others whom they captured in this ship, they treated as slaves.