§7.171.1ἀλλὰ τὰ μὲν κατὰ Ῥηγίνους τε καὶ Ταραντίνους τοῦ λόγου μοι παρενθήκη γέγονε·
But the matters concerning the Rhegines and Tarentines have become a digression in my story.
ἐς δὲ τὴν Κρήτην ἐρημωθεῖσαν, ὡς λέγουσι Πραίσιοι, ἐσοικίζεσθαι ἄλλους τε ἀνθρώπους καὶ μάλιστα Ἕλληνας, τρίτῃ δὲ γενεῇ μετὰ Μίνων τελευτήσαντα γενέσθαι τὰ Τρωικά, ἐν τοῖσι οὐ φλαυροτάτους φαίνεσθαι ἐόντας Κρῆτας τιμωροὺς Μενέλεῳ.
Now, into Crete, which had been left desolate, as the Praesians say, other men and especially Greeks came to settle; and in the third generation after the death of Minos the Trojan war took place, in which the Cretans showed themselves to be by no means the least important as helpers of Menelaus.
§7.171.2ἀπὸ τούτων δέ σφι ἀπονοστήσασι ἐκ Τροίης λιμόν τε καὶ λοιμὸν γενέσθαι καὶ αὐτοῖσι καὶ τοῖσι προβάτοισι, ἔστε τὸ δεύτερον ἐρημωθείσης Κρήτης μετὰ τῶν ὑπολοίπων τρίτους αὐτὴν νῦν νέμεσθαι Κρῆτας.
But when they returned from Troy, famine and pestilence came upon them, both upon themselves and upon their cattle, until, Crete having been left desolate for the second time, the Cretans who now inhabit it came to dwell there as the third inhabitants along with the survivors.
ἡ μὲν δὴ Πυθίη ὑπομνήσασα ταῦτα ἔσχε βουλομένους τιμωρέειν τοῖσι Ἕλλησι.
Thus indeed the Pythia, by reminding them of these things, stopped them when they wished to help the Greeks.