§7.134.1τοῖσι δὲ ὦν Λακεδαιμονίοισι μῆνις κατέσκηψε Ταλθυβίου τοῦ Ἀγαμέμνονος κήρυκος.
However, upon the Lacedaemonians fell the wrath of Talthybius, the herald of Agamemnon.
ἐν γὰρ Σπάρτῃ ἐστὶ Ταλθυβίου ἱρόν, εἰσὶ δὲ καὶ ἀπόγονοι Ταλθυβιάδαι καλεόμενοι, τοῖσι αἱ κηρυκηίαι αἱ ἐκ Σπάρτης πᾶσαι γέρας δέδονται.
For there is in Sparta a sanctuary of Talthybius, and there are also descendants called Talthybiadae, to whom all herald's missions from Sparta are given as a privilege of honor.
§7.134.2μετὰ δὲ ταῦτα τοῖσι Σπαρτιήτῃσι καλλιερῆσαι θυομένοισι οὐκ ἐδύνατο· τοῦτο δʼ ἐπὶ χρόνον συχνὸν ἦν σφι.
After these events, it was not possible for the Spartans to obtain favorable omens when sacrificing; and this state of things continued for them for a long time.
ἀχθομένων δὲ καὶ συμφορῇ χρεωμένων Λακεδαιμονίων, ἁλίης τε πολλάκις συλλεγομένης καὶ κήρυγμα τοιόνδε ποιευμένων, εἴ τις βούλοιτο Λακεδαιμονίων πρὸ τῆς Σπάρτης ἀποθνήσκειν, Σπερθίης τε ὁ Ἀνηρίστου καὶ Βοῦλις ὁ Νικόλεω, ἄνδρες Σπαρτιῆται φύσι τε γεγονότες εὖ καὶ χρήμασι ἀνήκοντες ἐς τὰ πρῶτα, ἐθελονταὶ ὑπέδυσαν ποινὴν τῖσαι Ξέρξῃ τῶν Δαρείου κηρύκων τῶν ἐν Σπάρτῃ ἀπολομένων.
While the Lacedaemonians were distressed and suffered under this calamity, and when assemblies were frequently gathered and a proclamation was made to the effect: "if any of the Lacedaemonians wished to die for Sparta," Sperthias son of Aneristus and Bulis son of Nicolaus, Spartan men of noble birth and belonging to the first rank in wealth, voluntarily undertook to pay the penalty to Xerxes for the heralds of Darius who had perished in Sparta.
§7.134.3οὕτω Σπαρτιῆται τούτους ὡς ἀποθανευμένους ἐς Μήδους ἀπέπεμψαν.
Thus the Spartans sent them to the Medes as men who were to die.