§7.127.1ὡς δὲ ἐς τὴν Θέρμην ἀπίκετο ὁ Ξέρξης, ἵδρυσε αὐτοῦ τὴν στρατιήν.
When Xerxes arrived at Therme, he stationed his army there.
ἐπέσχε δὲ ὁ στρατὸς αὐτοῦ στρατοπεδευόμενος τὴν παρὰ θάλασσαν χώρην τοσήνδε, ἀρξάμενος ἀπὸ Θέρμης πόλιος καὶ τῆς Μυγδονίης μέχρι Λυδίεώ τε ποταμοῦ καὶ Ἁλιάκμονος, οἳ οὐρίζουσι γῆν τὴν Βοττιαιίδα τε καὶ Μακεδονίδα, ἐς τὠυτὸ ῥέεθρον τὸ ὕδωρ συμμίσγοντες.
His army, in pitching its camp, occupied the following extent of the territory along the sea, starting from the city of Therme and Mygdonia as far as the rivers Lydias and Haliacmon, which define the boundary between the Bottiaean and Macedonian lands, mingling their waters into the same channel.
§7.127.2ἐστρατοπεδεύοντο μὲν δὴ ἐν τούτοισι τοῖσι χωρίοισι οἱ βάρβαροι, τῶν δὲ καταλεχθέντων τούτων ποταμῶν ἐκ Κρηστωναίων ῥέων Χείδωρος μοῦνος οὐκ ἀντέχρησε τῇ στρατιῇ πινόμενος ἀλλʼ ἐπέλιπε.
So the barbarians were encamped in these regions; but of these aforementioned rivers, the Cheidoros alone, flowing from the country of the Crestonaeans, did not suffice for the army when drunk, but failed.