§6.83.1Ἄργος δὲ ἀνδρῶν ἐχηρώθη οὕτω ὥστε οἱ δοῦλοι αὐτῶν ἔσχον πάντα τὰ πρήγματα ἄρχοντές τε καὶ διέποντες, ἐς ὃ ἐπήβησαν οἱ τῶν ἀπολομένων παῖδες·
Argos was so depleted of men that their slaves took possession of all affairs, ruling and managing them until the sons of those who had perished reached manhood.
ἔπειτα σφέας οὗτοι ἀνακτώμενοι ὀπίσω ἐς ἑωυτοὺς τὸ Ἄργος ἐξέβαλον· ἐξωθεύμενοι δὲ οἱ δοῦλοι μάχῃ ἔσχον Τίρυνθα.
Then, recovering Argos back for themselves, these sons drove out the slaves; and the slaves, being expelled, seized Tiryns by battle.
§6.83.2τέως μὲν δή σφι ἦν ἄρθμια ἐς ἀλλήλους, ἔπειτα δὲ ἐς τοὺς δούλους ἦλθε ἀνὴρ μάντις Κλέανδρος, γένος ἐὼν Φιγαλεὺς ἀπʼ Ἀρκαδίης·
For a time indeed there was a friendly agreement between them, but then a prophet named Cleandrus, a Phigalian from Arcadia by birth, came to the slaves.
οὗτος τοὺς δούλους ἀνέγνωσε ἐπιθέσθαι τοῖσι δεσπότῃσι.
This man persuaded the slaves to attack their masters.
ἐκ τούτου δὴ πόλεμός σφι ἦν ἐπὶ χρόνον συχνόν, ἐς ὃ δὴ μόγις οἱ Ἀργεῖοι ἐπεκράτησαν.
Consequently, there was war between them for a considerable time, until at last the Argives with difficulty prevailed.