§6.76.1Κλεομένεϊ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι ἐχρήσθη Ἄργος αἱρήσειν·
For when Cleomenes consulted the oracle at Delphi, it was prophesied to him that he would take Argos.
ἐπείτε δὲ Σπαρτιήτας ἄγων ἀπίκετο ἐπὶ ποταμὸν Ἐρασῖνον, ὃς λέγεται ῥέειν ἐκ τῆς Στυμφαλίδος λίμνης· τὴν γὰρ δὴ λίμνην ταύτην ἐς χάσμα ἀφανὲς ἐκδιδοῦσαν ἀναφαίνεσθαι ἐν Ἄργεϊ, τὸ ἐνθεῦτεν δὲ τὸ ὕδωρ ἤδη τοῦτο ὑπʼ Ἀργείων Ἐρασῖνον καλέεσθαι· ἀπικόμενος δʼ ὦν ὁ Κλεομένης ἐπὶ τὸν ποταμὸν τοῦτον ἐσφαγιάζετο αὐτῷ·
But when he arrived, leading the Spartans, at the river Erasinus, which is said to flow from the Stymphalian lake—for they say that this lake, discharging itself into an invisible chasm, reappears in the territory of Argos, and from that point this water is already called the Erasinus by the Argives—at any rate, having arrived at this river, Cleomenes offered sacrifice to it.
§6.76.2καὶ οὐ γὰρ ἐκαλλιέρεε οὐδαμῶς διαβαίνειν μιν, ἄγασθαι μὲν ἔφη τοῦ Ἐρασίνου οὐ προδιδόντος τοὺς πολιήτας, Ἀργείους μέντοι οὐδʼ ὣς χαιρήσειν.
And since the sacrifices were by no means favorable for him to cross, he said that he admired the Erasinus for not betraying its own citizens, but that the Argives, for all that, would not escape with joy.
μετὰ δὲ ταῦτα ἐξαναχωρήσας τὴν στρατιὴν κατήγαγε ἐς Θυρέην, σφαγιασάμενος δὲ τῇ θαλάσσῃ ταῦρον πλοίοισι σφέας ἤγαγε ἔς τε τὴν Τιρυνθίην χώρην καὶ Ναυπλίην.
After this, withdrawing, he led his army down to Thyrea, and having sacrificed a bull to the sea, he brought them in ships to the Tirynthian territory and to Nauplia.