§6.75.1μαθόντες δὲ Κλεομένεα Λακεδαιμόνιοι ταῦτα πρήσσοντα, κατῆγον αὐτὸν δείσαντες ἐπὶ τοῖσι αὐτοῖσι ἐς Σπάρτην τοῖσι καὶ πρότερον ἦρχε.
When the Lacedaemonians learned that Cleomenes was doing these things, they became afraid and brought him back to Sparta on the same terms under which he had previously ruled.
κατελθόντα δὲ αὐτὸν αὐτίκα ὑπέλαβε μανίη νοῦσος, ἐόντα καὶ πρότερον ὑπομαργότερον· ὅκως γὰρ τεῷ ἐντύχοι Σπαρτιητέων, ἐνέχραυε ἐς τὸ πρόσωπον τὸ σκῆπτρον.
But immediately after his return, a disease of madness seized him, though he had been somewhat crazy even before; for whenever he met any of the Spartans, he would thrust his staff into their face.
§6.75.2ποιέοντα δὲ αὐτὸν ταῦτα καὶ παραφρονήσαντα ἔδησαν οἱ προσήκοντες ἐν ξύλω·
Because he did this and was out of his mind, his relatives bound him in the stocks.
ὁ δὲ δεθεὶς τὸν φύλακον μουνωθέντα ἰδὼν τῶν ἄλλων αἰτέει μάχαιραν·
Having been bound, seeing his guard left alone by the others, he asked for a knife.
οὐ βουλομένου δὲ τὰ πρῶτα τοῦ φυλάκου διδόναι ἀπείλεε τά μιν αὖτις ποιήσει, ἐς ὁ δείσας τὰς ἀπειλὰς ὁ φύλακος (ἦν γὰρ τῶν τις εἱλωτέων) διδοῖ οἱ μάχαιραν.
When the guard was at first unwilling to give it, he threatened him with what he would do to him hereafter, until the guard, fearing the threats (for he was one of the helots), gave him a knife.
§6.75.3Κλεομένης δὲ παραλαβὼν τὸν σίδηρον ἄρχετο ἐκ τῶν κνημέων ἑωυτὸν λωβώμενος· ἐπιτάμνων γὰρ κατὰ μῆκος τὰς σάρκας προέβαινε ἐκ τῶν κνημέων ἐς τοὺς μηρούς, ἐκ δὲ τῶν μηρῶν ἔς τε τὰ ἰσχία καὶ τὰς λαπάρας, ἐς ὃ ἐς τὴν γαστέρα ἀπίκετο, καὶ ταύτην καταχορδεύων ἀπέθανε τρόπῳ τοιούτῳ, ὡς μὲν οἱ πολλοὶ λέγουσι Ἐλλήνων, ὅτι τὴν Πυθίην ἀνέγνωσε τὰ περὶ Δημαρήτου λέγειν γενόμενα, ὡς δὲ Ἀθηναῖοι μοῦνοι λέγουσι, διότι ἐς Ἐλευσῖνα ἐσβαλὼν ἔκειρε τὸ τέμενος τῶν θεῶν, ὡς δὲ Ἀργεῖοι, ὅτι ἐξ ἱροῦ αὐτῶν τοῦ Ἄργου Ἀργείων τοὺς καταφυγόντας ἐκ τῆς μάχης καταγινέων κατέκοπτε καὶ αὐτὸ τὸ ἄλσος ἐν ἀλογίῃ ἔχων ἐνέπρησε.
Then Cleomenes, having received the iron, began to mutilate himself from his shins; for cutting his flesh lengthwise, he proceeded from his shins to his thighs, and from his thighs to his hips and flanks, until he reached his belly, and cutting this into shreds, he died in such a manner. As most of the Greeks say, it was because he persuaded the Pythia to say what she did concerning Demaratus; but as the Athenians alone say, it was because he invaded Eleusis and devastated the sacred precinct of the goddesses; and as the Argives say, it was because he brought down the Argives who had fled from the battle to their sanctuary of Argos, slaughtered them, and holding the grove itself in no respect, burned it down.