§6.7.1οἳ μὲν δὴ ἐπὶ τὴν Μίλητον καὶ τὴν ἄλλην Ἰωνίην ἐστρατεύοντο, Ἴωνες δὲ πυνθανόμενοι ταῦτα ἔπεμπον προβούλους σφέων αὐτῶν ἐς Πανιώνιον.
They, then, were marching against Miletus and the rest of Ionia, but the Ionians, on learning of this, sent deputies from among themselves to the Panionium.
ἀπικομένοισι δὲ τούτοισι ἐς τοῦτον τὸν χῶρον καὶ βουλευομένοισι ἔδοξε πεζὸν μὲν στρατὸν μηδένα συλλέγειν ἀντίξοον Πέρσῃσι, ἀλλὰ τὰ τείχεα ῥύεσθαι αὐτοὺς Μιλησίους, τὸ δὲ ναυτικὸν πληροῦν ὑπολιπομένους μηδεμίαν τῶν νεῶν πληρώσαντας δὲ συλλέγεσθαι τὴν ταχίστην ἐς Λάδην προναυμαχήσοντας τῆς Μιλήτου.
When these had arrived at this place and held a council, it was decided not to assemble any land army to oppose the Persians, but that the Milesians themselves should defend their own walls, and that they should man the fleet, leaving behind not a single one of the ships, and once they had manned them, they should assemble as quickly as possible at Lade to fight a sea battle in defense of Miletus.
ἡ δὲ Λάδη ἐστὶ νῆσος μικρὴ ἐπὶ τῇ πόλι τῇ Μιλησίων κειμένη.
Now Lade is a small island lying off the city of the Milesians.