§6.44.1αὗται μὲν ὦν σφι πρόσχημα ἦσαν τοῦ στόλου· ἀτὰρ ἐν νόῳ ἔχοντες ὅσας ἂν πλείστας δύνωνται καταστρέφεσθαι τῶν Ἑλληνίδων πολίων, τοῦτο μὲν δὴ τῇσι νηυσὶ Θασίους οὐδὲ χεῖρας ἀνταειραμένους κατεστρέψαντο, τοῦτο δὲ τῷ πεζῷ Μακεδόνας πρὸς τοῖσι ὑπάρχουσι δούλους προσεκτήσαντο· τὰ γὰρ ἐντὸς Μακεδόνων ἔθνεα πάντα σφι ἦν ἤδη ὑποχείρια γεγονότα.
These, then, were their pretext for the expedition; but having in mind to subjugate as many of the Greek cities as they could, on the one hand, they subjugated with their ships the Thasians, who did not even raise their hands against them, and on the other hand, with the land army they acquired the Macedonians as slaves in addition to those they already had; for all the nations on this side of Macedonia had already become subject to them.
§6.44.2ἐκ μὲν δὴ Θάσου διαβαλόντες πέρην ὑπὸ τὴν ἤπειρον ἐκομίζοντο μέχρι Ἀκάνθου, ἐκ δὲ Ἀκάνθου ὁρμώμενοι τὸν Ἄθων περιέβαλλον.
Crossing over from Thasos to the opposite mainland, they coasted along as far as Acanthus, and setting out from Acanthus, they began to round Mount Athos.
ἐπιπεσὼν δέ σφι περιπλέουσι βορέης ἄνεμος μέγας τε καὶ ἄπορος κάρτα τρηχέως περιέσπε, πλήθεϊ πολλὰς τῶν νεῶν ἐκβάλλων πρὸς τὸν Ἄθων.
But as they were sailing round, a great and irresistible north wind fell upon them and treated them very harshly, casting many of the ships in great numbers against Mount Athos.
§6.44.3λέγεται γὰρ τριηκοσίας μὲν τῶν νεῶν τὰς διαφθαρείσας εἶναι, ὑπὲρ δὲ δύο μυριάδας ἀνθρώπων.
For it is said that the destroyed ships were three hundred, and the men more than twenty thousand.
ὥστε γὰρ θηριωδεστάτης ἐούσης τῆς θαλάσσης ταύτης τῆς περὶ τὸν Ἄθων, οἳ μὲν ὑπὸ τῶν θηρίων διεφθείροντο ἁρπαζόμενοι, οἳ δὲ πρὸς τὰς πέτρας ἀρασσόμενοι· οἳ δὲ αὐτῶν νέειν οὐκ ἐπιστέατο καὶ κατὰ τοῦτο διεφθείροντο, οἳ δὲ ῥίγεϊ.
For, since this sea around Mount Athos is full of sea-monsters, some were destroyed by being snatched away by the monsters, others by being dashed against the rocks; and others of them did not know how to swim and perished because of this, while others died of cold.