§6.35.1ἐν δὲ τῇσι Ἀθήνῃσι τηνικαῦτα εἶχε μὲν τὸ πᾶν κράτος Πεισίστρατος, ἀτὰρ ἐδυνάστευέ γε καὶ Μιλτιάδης ὁ Κυψέλου ἐὼν οἰκίης τεθριπποτρόφου, τὰ μὲν ἀνέκαθεν ἀπʼ Αἰακοῦ τε καὶ Αἰγίνης γεγονώς, τὰ δὲ νεώτερα Ἀθηναῖος, Φιλαίου τοῦ Αἴαντος παιδὸς γενομένου πρώτου τῆς οἰκίης ταύτης Ἀθηναίου.
At that time in Athens, Peisistratus held all the power, but Miltiades, the son of Cypselus, also had great influence, being of a family that bred four-horse chariot-teams. By ancient descent he was sprung from Aeacus and Aegina, but more recently he was an Athenian, Philaeus the son of Ajax having been the first of this house to become an Athenian.
§6.35.2οὗτος ὁ Μιλτιάδης κατήμενος ἐν τοῖσι προθύροισι τοῖσι ἑωυτοῦ, ὁρέων τοὺς Δολόγκους παριόντας ἐσθῆτα ἔχοντας οὐκ ἐγχωρίην καὶ αἰχμὰς προσεβώσατο καί σφι προσελθοῦσι ἐπηγγείλατο καταγωγὴν καὶ ξείνια.
As this Miltiades was sitting in his own porch, seeing the Dolonci passing by wearing non-local dress and carrying spears, he called out to them, and when they approached, he offered them lodging and hospitality.
οἳ δὲ δεξάμενοι καὶ ξεινισθέντες ὑπʼ αὐτοῦ ἐξέφαινον πᾶν τὸ μαντήιον, ἐκφήναντες δὲ ἐδέοντο αὐτοῦ τῷ θεῷ μιν πείθεσθαι.
They accepted and, after being entertained by him, revealed the whole oracle, and having made it known, they begged him to obey the god.
§6.35.3Μιλτιάδεα δὲ ἀκούσαντα παραυτίκα ἔπεισε ὁ λόγος οἷα ἀχθόμενόν τε τῇ Πεισιστράτου ἀρχῇ καὶ βουλόμενον ἐκποδὼν εἶναι.
When Miltiades heard this, the proposal immediately won him over, inasmuch as he was vexed by the rule of Peisistratus and wished to be out of the way.
αὐτίκα δὲ ἐστάλη ἐς Δελφούς, ἐπειρησόμενος τὸ χρηστήριον εἰ ποιοίη τά περ αὐτοῦ οἱ Δόλογκοι προσεδέοντο.
He straightway set out for Delphi to ask the oracle whether he should do just what the Dolonci were requesting of him.