§6.140.1τότε μὲν τοιαῦτα· ἔτεσι δὲ κάρτα πολλοῖσι ὕστερον τούτων, ὡς ἡ Χερσόνησος ἡ ἐπʼ Ἑλλησπόντῳ ἐγένετο ὑπὸ Ἀθηναίοισι, Μιλτιάδης ὁ Κίμωνος ἐτησιέων ἀνέμων κατεστηκότων νηὶ κατανύσας ἐξ Ἐλαιοῦντος τοῦ ἐν Χερσονήσῳ ἐς Λῆμνον προηγόρευε ἐξιέναι ἐκ τῆς νήσου τοῖσι Πελασγοῖσι, ἀναμιμνήσκων σφέας τὸ χρηστήριον, τὸ οὐδαμὰ ἤλπισαν σφίσι οἱ Πελασγοὶ ἐπιτελέεσθαι.
At that time, then, things were so; but many years after these events, when the Chersonese on the Hellespont came under the power of the Athenians, Miltiades, the son of Cimon, when the Etesian winds had set in, having accomplished the voyage by ship from Elaeus in the Chersonese to Lemnos, ordered the Pelasgians to depart from the island, reminding them of the oracle which the Pelasgians had never expected would be fulfilled for them.
§6.140.2Ἡφαιστιέες μέν νυν ἐπείθοντο, Μυριναῖοι δὲ οὐ συγγινωσκόμενοι εἶναι τὴν Χερσόνησον Ἀττικὴν ἐπολιορκέοντο, ἐς ὃ καὶ οὗτοι παρέστησαν.
Now the Hephaestians obeyed, but the Myrinaeans, not admitting that the Chersonese was Attic, were besieged, until they also surrendered.
οὕτω δὴ τὴν Λῆμνον ἔσχον Ἀθηναῖοί τε καὶ Μιλτιάδης.
In this way did the Athenians and Miltiades gain possession of Lemnos.