§6.123.1καὶ οἱ Ἀλκμεωνίδαι ὁμοίως ἢ οὐδὲν ἧσσον τούτου ἦσαν μισοτύραννοι.
And the Alcmaeonidae were tyrants-haters equally to, or no less than, this man.
θῶμα ὦν μοι καὶ οὐ προσίεμαι τὴν διαβολὴν τούτους γε ἀναδέξαι ἀσπίδα, οἵτινες ἔφευγόν τε τὸν πάντα χρόνον τοὺς τυράννους, ἐκ μηχανῆς τε τῆς τούτων ἐξέλιπον Πεισιστρατίδαι τὴν τυραννίδα, §6.123.2καὶ οὕτω τὰς Ἀθήνας οὗτοι ἦσαν οἱ ἐλευθερώσαντες πολλῷ μᾶλλον ἤ περ Ἁρμόδιός τε καὶ Ἀριστογείτων, ὡς ἐγὼ κρίνω.
It is therefore a wonder to me, and I do not accept the slander, that these men at least should have raised a shield, since they were in exile from the tyrants through all the time, and by their contrivance the Peisistratidae abandoned the tyranny, and so these were the ones who liberated Athens, much more than Harmodius and Aristogeiton, as I judge.
οἳ μὲν γὰρ ἐξηγρίωσαν τοὺς ὑπολοίπους Πεισιστρατιδέων Ἵππαρχον ἀποκτείναντες, οὐδέ τι μᾶλλον ἔπαυσαν τοὺς λοιποὺς τυραννεύοντας· Ἀλκμεωνίδαι δὲ ἐμφανέως ἠλευθέρωσαν, εἰ δὴ οὗτοί γε ἀληθέως ἦσαν οἱ τὴν Πυθίην ἀναπείσαντες προσημαίνειν Λακεδαιμονίοισι ἐλευθεροῦν τὰς Ἀθήνας, ὥς μοι πρότερον δεδήλωται.
For the latter, by killing Hipparchus, made the rest of the Peisistratidae savage, and did not at all stop the remaining ones from being tyrants; but the Alcmaeonidae manifestly liberated it, if indeed they were truly the ones who persuaded the Pythia to signify to the Lacedaemonians to liberate Athens, as has been shown by me before.