§5.92D.1ἔδει δὲ ἐκ τοῦ Ἠετίωνος γόνου Κορίνθῳ κακὰ ἀναβλαστεῖν.
But it was destined that from the offspring of Eetion evils should sprout up for Corinth.
ἡ Λάβδα γὰρ πάντα ταῦτα ἤκουε ἑστεῶσα πρὸς αὐτῇσι τῇσι θύρῃσι· δείσασα δὲ μή σφι μεταδόξῃ καὶ τὸ δεύτερον λαβόντες τὸ παιδίον ἀποκτείνωσι, φέρουσα κατακρύπτει ἐς τὸ ἀφραστότατόν οἱ ἐφαίνετο εἶναι, ἐς κυψέλην, ἐπισταμένη ὡς εἰ ὑποστρέψαντες ἐς ζήτησιν ἀπικνεοίατο πάντα ἐρευνήσειν μέλλοιεν· τὰ δὴ καὶ ἐγίνετο.
For Labda was listening to all this, standing close by the very doors; and fearing lest they should change their minds and, taking the child a second time, kill it, she carried and hid it in what seemed to her to be the most unsuspected place, in a chest, knowing that if they should return to search, they would be likely to search everywhere; which indeed actually happened.
§5.92D.2ἐλθοῦσι δὲ καὶ διζημένοισι αὐτοῖσι ὡς οὐκ ἐφαίνετο, ἐδόκεε ἀπαλλάσσεσθαι καὶ λέγειν πρὸς τοὺς ἀποπέμψαντας ὡς πάντα ποιήσειαν τὰ ἐκεῖνοι ἐνετείλαντο.
And when they came and searched but the child did not appear to them, it seemed best to them to depart and to say to those who had sent them that they had done all that they had commanded.
οἳ μὲν δὴ ἀπελθόντες ἔλεγον ταῦτα.
So they departed and said this.