§5.92E.1Ἠετίωνι δὲ μετὰ ταῦτα ὁ παῖς ηὐξάνετο, καί οἱ διαφυγόντι τοῦτον τὸν κίνδυνον ἀπὸ τῆς κυψέλης ἐπωνυμίην Κύψελος οὔνομα ἐτέθη.
After this, the child grew up for Eetion, and because he had escaped this danger, the name Cypselus was given to him as a surname, from the chest (kypsela).
ἀνδρωθέντι δὲ καὶ μαντευομένῳ Κυψέλῳ ἐγένετο ἀμφιδέξιον χρηστήριον ἐν Δελφοῖσι, τῷ πίσυνος γενόμενος ἐπεχείρησέ τε καὶ ἔσχε Κόρινθον.
When Cypselus had grown to manhood and was consulting the oracle, a double-meaning oracle was given to him at Delphi, relying on which he made his attempt and seized Corinth.
ὁ δὲ χρησμὸς ὅδε ἦν. §5.92E.2"
ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,
Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου
αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.
The oracle was as follows: "Happy is this man who enters my house, Cypselus, son of Eetion, king of famous Corinth, himself and his children, but his children's children no longer.
"
τὸ μὲν δὴ χρηστήριον τοῦτο ἦν, τυραννεύσας δὲ ὁ Κύψελος τοιοῦτος δή τις ἀνὴρ ἐγένετο· πολλοὺς μὲν Κορινθίων ἐδίωξε, πολλοὺς δὲ χρημάτων ἀπεστέρησε, πολλῷ δέ τι πλείστους τῆς ψυχῆς.
"Such indeed was the oracle; and Cypselus, having become tyrant, proved to be a man of this sort: many of the Corinthians he drove into exile, many he deprived of their property, and by far the most of their lives.