§5.90.1ἐς τιμωρίην δὲ παρασκευαζομένοισι αὐτοῖσι ἐκ Λακεδαιμονίων πρῆγμα ἐγειρόμενον ἐμπόδιον ἐγένετο.
But while they were preparing for vengeance, an obstacle arose for them from the side of the Lacedaemonians.
πυθόμενοι γὰρ Λακεδαιμόνιοι τὰ ἐκ τῶν Ἀλκμεωνιδέων ἐς τὴν Πυθίην μεμηχανημένα καὶ τὰ ἐκ τῆς Πυθίης ἐπὶ σφέας τε καὶ τοὺς Πεισιστρατίδας συμφορὴν ἐποιεῦντο διπλῆν, ὅτι τε ἄνδρας ξείνους σφίσι ἐόντας ἐξεληλάκεσαν ἐκ τῆς ἐκείνων, καὶ ὅτι ταῦτα ποιήσασι χάρις οὐδεμία ἐφαίνετο πρὸς Ἀθηναίων.
For the Lacedaemonians, learning of the schemes plotted by the Alcmeonidae against the Pythia, and of what had been brought about by the Pythia against themselves and the Pisistratidae, regarded it as a double misfortune: both because they had driven out men who were their guest-friends from their own country, and because, although they had done this, no gratitude was shown to them on the part of the Athenians.
§5.90.2ἔτι τε πρὸς τούτοισι ἐνῆγον σφέας οἱ χρησμοὶ λέγοντες πολλά τε καὶ ἀνάρσια ἔσεσθαι αὐτοῖσι ἐξ Ἀθηναίων, τῶν πρότερον μὲν ἦσαν ἀδαέες, τότε δὲ Κλεομένεος κομίσαντος ἐς Σπάρτην ἐξέμαθον.
And in addition to this, the oracles urged them on, saying that many hostile things would happen to them from the Athenians; of these oracles they had previously been ignorant, but they learned them thoroughly at that time when Cleomenes brought them to Sparta.
ἐκτήσατο δὲ ὁ Κλεομένης ἐκ τῆς Ἀθηναίων ἀκροπόλιος τοὺς χρησμούς, τοὺς ἔκτηντο μὲν πρότερον οἱ Πεισιστρατίδαι, ἐξελαυνόμενοι δὲ ἔλιπον ἐν τῷ ἱρῷ, καταλειφθέντας δὲ ὁ Κλεομένης ἀνέλαβε.
Cleomenes had acquired these oracles from the acropolis of the Athenians; the Pisistratidae had formerly possessed them, but when they were being driven out they left them behind in the temple, and Cleomenes took them up after they had been left there.